Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • κούρῃ Ἰκαρίοιο, περίφρονι Πηνελοπείῃ·
  • οἶδα γὰρ εὖ περὶ κείνου, ὁμὴν δʼ ἀνεδέγμεθʼ ὀϊζύν.
  • ἀλλὰ μνηστήρων χαλεπῶν ὑποδείδιʼ ὅμιλον,
  • τῶν ὕβρις τε βίη τε σιδήρεον οὐρανὸν ἵκει.
  • καὶ γὰρ νῦν, ὅτε μʼ οὗτος ἀνὴρ κατὰ δῶμα κιόντα
  • οὔ τι κακὸν ῥέξαντα βαλὼν ὀδύνῃσιν ἔδωκεν,
  • οὔτε τι Τηλέμαχος τό γʼ ἐπήρκεσεν οὔτε τις ἄλλος.
  • τῷ νῦν Πηνελόπειαν ἐνὶ μεγάροισιν ἄνωχθι
  • μεῖναι, ἐπειγομένην περ, ἐς ἠέλιον καταδύντα·