Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. εἰ δέ κέ σε γνώῃ νημερτέα πάντʼ ἐνέποντα,
  2. ἕσσει σε χλαῖνάν τε χιτῶνά τε, τῶν σὺ μάλιστα
  3. χρηΐζεις· σῖτον δὲ καὶ αἰτίζων κατὰ δῆμον
  4. γαστέρα βοσκήσεις· δώσει δέ τοι ὅς κʼ ἐθέλῃσι.
  5. τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·
  6. Εὔμαιʼ, αἶψά κʼ ἐγὼ νημερτέα πάντʼ ἐνέποιμι
  7. κούρῃ Ἰκαρίοιο, περίφρονι Πηνελοπείῃ·
  8. οἶδα γὰρ εὖ περὶ κείνου, ὁμὴν δʼ ἀνεδέγμεθʼ ὀϊζύν.
  9. ἀλλὰ μνηστήρων χαλεπῶν ὑποδείδιʼ ὅμιλον,
  10. τῶν ὕβρις τε βίη τε σιδήρεον οὐρανὸν ἵκει.
  11. καὶ γὰρ νῦν, ὅτε μʼ οὗτος ἀνὴρ κατὰ δῶμα κιόντα
  12. οὔ τι κακὸν ῥέξαντα βαλὼν ὀδύνῃσιν ἔδωκεν,
  13. οὔτε τι Τηλέμαχος τό γʼ ἐπήρκεσεν οὔτε τις ἄλλος.
  14. τῷ νῦν Πηνελόπειαν ἐνὶ μεγάροισιν ἄνωχθι
  15. μεῖναι, ἐπειγομένην περ, ἐς ἠέλιον καταδύντα·
  16. καὶ τότε μʼ εἰρέσθω πόσιος πέρι νόστιμον ἦμαρ,