Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. σμερδαλέον κονάβησε· γέλασσε δὲ Πηνελόπεια,
  2. αἶψα δʼ ἄρʼ Εὔμαιον ἔπεα πτερόεντα προσηύδα·
  3. ἔρχεό μοι, τὸν ξεῖνον ἐναντίον ὧδε κάλεσσον.
  4. οὐχ ὁράᾳς ὅ μοι υἱὸς ἐπέπταρε πᾶσιν ἔπεσσι;
  5. τῷ κε καὶ οὐκ ἀτελὴς θάνατος μνηστῆρσι γένοιτο
  6. πᾶσι μάλʼ, οὐδέ κέ τις θάνατον καὶ κῆρας ἀλύξει.
  7. ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·
  8. αἴ κʼ αὐτὸν γνώω νημερτέα πάντʼ ἐνέποντα,
  9. ἕσσω μιν χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά.
  10. ὣς φάτο, βῆ δὲ συφορβός, ἐπεὶ τὸν μῦθον ἄκουσεν·
  11. ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·
  12. ξεῖνε πάτερ, καλέει σε περίφρων Πηνελόπεια,
  13. μήτηρ Τηλεμάχοιο· μεταλλῆσαί τί ἑ θυμὸς
  14. ἀμφὶ πόσει κέλεται, καὶ κήδεά περ πεπαθυίῃ.
  15. εἰ δέ κέ σε γνώῃ νημερτέα πάντʼ ἐνέποντα,
  16. ἕσσει σε χλαῖνάν τε χιτῶνά τε, τῶν σὺ μάλιστα
  17. χρηΐζεις· σῖτον δὲ καὶ αἰτίζων κατὰ δῆμον
  18. γαστέρα βοσκήσεις· δώσει δέ τοι ὅς κʼ ἐθέλῃσι.
  19. τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·
  20. Εὔμαιʼ, αἶψά κʼ ἐγὼ νημερτέα πάντʼ ἐνέποιμι
  21. κούρῃ Ἰκαρίοιο, περίφρονι Πηνελοπείῃ·
  22. οἶδα γὰρ εὖ περὶ κείνου, ὁμὴν δʼ ἀνεδέγμεθʼ ὀϊζύν.
  23. ἀλλὰ μνηστήρων χαλεπῶν ὑποδείδιʼ ὅμιλον,
  24. τῶν ὕβρις τε βίη τε σιδήρεον οὐρανὸν ἵκει.
  25. καὶ γὰρ νῦν, ὅτε μʼ οὗτος ἀνὴρ κατὰ δῶμα κιόντα
  26. οὔ τι κακὸν ῥέξαντα βαλὼν ὀδύνῃσιν ἔδωκεν,
  27. οὔτε τι Τηλέμαχος τό γʼ ἐπήρκεσεν οὔτε τις ἄλλος.
  28. τῷ νῦν Πηνελόπειαν ἐνὶ μεγάροισιν ἄνωχθι
  29. μεῖναι, ἐπειγομένην περ, ἐς ἠέλιον καταδύντα·
  30. καὶ τότε μʼ εἰρέσθω πόσιος πέρι νόστιμον ἦμαρ,
  31. ἀσσοτέρω καθίσασα παραὶ πυρί· εἵματα γάρ τοι
  32. λύγρʼ ἔχω· οἶσθα καὶ αὐτός, ἐπεί σε πρῶθʼ ἱκέτευσα.
  33. ὣς φάτο, βῆ δὲ συφορβός, ἐπεὶ τὸν μῦθον ἄκουσε.
  34. τὸν δʼ ὑπὲρ οὐδοῦ βάντα προσηύδα Πηνελόπεια·
  35. οὐ σύ γʼ ἄγεις, Εὔμαιε· τί τοῦτʼ ἐνόησεν ἀλήτης;
  36. ἦ τινά που δείσας ἐξαίσιον ἦε καὶ ἄλλως
  37. αἰδεῖται κατὰ δῶμα; κακὸς δʼ αἰδοῖος ἀλήτης.
  38. τὴν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
  39. μυθεῖται κατὰ μοῖραν, ἅ πέρ κʼ οἴοιτο καὶ ἄλλος,
  40. ὕβριν ἀλυσκάζων ἀνδρῶν ὑπερηνορεόντων.
  41. ἀλλά σε μεῖναι ἄνωγεν ἐς ἠέλιον καταδύντα.
  42. καὶ δὲ σοὶ ὧδʼ αὐτῇ πολὺ κάλλιον, ὦ βασίλεια,
  43. οἴην πρὸς ξεῖνον φάσθαι ἔπος ἠδʼ ἐπακοῦσαι.
  44. τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
  45. οὐκ ἄφρων ὁ ξεῖνος· ὀΐεται, ὥς περ ἂν εἴη·
  46. οὐ γάρ πού τινες ὧδε καταθνητῶν ἀνθρώπων
  47. ἀνέρες ὑβρίζοντες ἀτάσθαλα μηχανόωνται.
  48. ἡ μὲν ἄρʼ ὣς ἀγόρευεν, ὁ δʼ ᾤχετο δῖος ὑφορβὸς
  49. μνηστήρων ἐς ὅμιλον, ἐπεὶ διεπέφραδε πάντα.
  50. αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα,
  51. ἄγχι σχὼν κεφαλήν, ἵνα μὴ πευθοίαθʼ οἱ ἄλλοι·
  52. ὦ φίλʼ, ἐγὼ μὲν ἄπειμι, σύας καὶ κεῖνα φυλάξων,
  53. σὸν καὶ ἐμὸν βίοτον· σοὶ δʼ ἐνθάδε πάντα μελόντων.
  54. αὐτὸν μέν σε πρῶτα σάω, καὶ φράζεο θυμῷ
  55. μή τι πάθῃς· πολλοὶ δὲ κακὰ φρονέουσιν Ἀχαιῶν,
  56. τοὺς Ζεὺς ἐξολέσειε πρὶν ἡμῖν πῆμα γενέσθαι.
  57. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  58. ἔσσεται οὕτως, ἄττα· σὺ δʼ ἔρχεο δειελιήσας·
  59. ἠῶθεν δʼ ἰέναι καὶ ἄγειν ἱερήϊα καλά·
  60. αὐτὰρ ἐμοὶ τάδε πάντα καὶ ἀθανάτοισι μελήσει.
  61. ὣς φάθʼ, ὁ δʼ αὖτις ἄρʼ ἕζετʼ ἐϋξέστου ἐπὶ δίφρου,
  62. πλησάμενος δʼ ἄρα θυμὸν ἐδητύος ἠδὲ ποτῆτος
  63. βῆ ῥʼ ἴμεναι μεθʼ ὕας, λίπε δʼ ἕρκεά τε μέγαρόν τε,
  64. πλεῖον δαιτυμόνων· οἱ δʼ ὀρχηστυῖ καὶ ἀοιδῇ
  65. τέρποντʼ· ἤδη γὰρ καὶ ἐπήλυθε δείελον ἦμαρ.
  1. ἦλθε δʼ ἐπὶ πτωχὸς πανδήμιος, ὃς κατὰ ἄστυ
  2. πτωχεύεσκʼ Ἰθάκης, μετὰ δʼ ἔπρεπε γαστέρι μάργῃ
  3. ἀζηχὲς φαγέμεν καὶ πιέμεν· οὐδέ οἱ ἦν ἲς
  4. οὐδὲ βίη, εἶδος δὲ μάλα μέγας ἦν ὁράασθαι.
  5. Ἀρναῖος δʼ ὄνομʼ ἔσκε· τὸ γὰρ θέτο πότνια μήτηρ
  6. ἐκ γενετῆς· Ἶρον δὲ νέοι κίκλησκον ἅπαντες,
  7. οὕνεκʼ ἀπαγγέλλεσκε κιών, ὅτε πού τις ἀνώγοι·
  8. ὅς ῥʼ ἐλθὼν Ὀδυσῆα διώκετο οἷο δόμοιο,
  9. καί μιν νεικείων ἔπεα πτερόεντα προσηύδα·
  10. εἶκε, γέρον, προθύρου, μὴ δὴ τάχα καὶ ποδὸς ἕλκῃ.
  11. οὐκ ἀΐεις ὅτι δή μοι ἐπιλλίζουσιν ἅπαντες,
  12. ἑλκέμεναι δὲ κέλονται; ἐγὼ δʼ αἰσχύνομαι ἔμπης.
  13. ἀλλʼ ἄνα, μὴ τάχα νῶϊν ἔρις καὶ χερσὶ γένηται.
  14. τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·
  15. δαιμόνιʼ, οὔτε τί σε ῥέζω κακὸν οὔτʼ ἀγορεύω,
  16. οὔτε τινὰ φθονέω δόμεναι καὶ πόλλʼ ἀνελόντα.
  17. οὐδὸς δʼ ἀμφοτέρους ὅδε χείσεται, οὐδέ τί σε χρὴ
  18. ἀλλοτρίων φθονέειν· δοκέεις δέ μοι εἶναι ἀλήτης
  19. ὥς περ ἐγών, ὄλβον δὲ θεοὶ μέλλουσιν ὀπάζειν.
  20. χερσὶ δὲ μή τι λίην προκαλίζεο, μή με χολώσῃς,
  21. μή σε γέρων περ ἐὼν στῆθος καὶ χείλεα φύρσω
  22. αἵματος· ἡσυχίη δʼ ἂν ἐμοὶ καὶ μᾶλλον ἔτʼ εἴη
  23. αὔριον· οὐ μὲν γάρ τί σʼ ὑποστρέψεσθαι ὀΐω
  24. δεύτερον ἐς μέγαρον Λαερτιάδεω Ὀδυσῆος.
  25. τὸν δὲ χολωσάμενος προσεφώνεεν Ἶρος ἀλήτης·
  26. ὢ πόποι, ὡς ὁ μολοβρὸς ἐπιτροχάδην ἀγορεύει,
  27. γρηῒ καμινοῖ ἶσος· ὃν ἂν κακὰ μητισαίμην
  28. κόπτων ἀμφοτέρῃσι, χαμαὶ δέ κε πάντας ὀδόντας
  29. γναθμῶν ἐξελάσαιμι συὸς ὣς ληϊβοτείρης.
  30. ζῶσαι νῦν, ἵνα πάντες ἐπιγνώωσι καὶ οἵδε
  31. μαρναμένους· πῶς δʼ ἂν σὺ νεωτέρῳ ἀνδρὶ μάχοιο;
  32. ὣς οἱ μὲν προπάροιθε θυράων ὑψηλάων
  33. οὐδοῦ ἔπι ξεστοῦ πανθυμαδὸν ὀκριόωντο.
  34. τοῖϊν δὲ ξυνέηχʼ ἱερὸν μένος Ἀντινόοιο,
  35. ἡδὺ δʼ ἄρʼ ἐκγελάσας μετεφώνει μνηστήρεσσιν·
  36. ὦ φίλοι, οὐ μέν πώ τι πάρος τοιοῦτον ἐτύχθη,
  37. οἵην τερπωλὴν θεὸς ἤγαγεν ἐς τόδε δῶμα.
  38. ὁ ξεῖνός τε καὶ Ἶρος ἐρίζετον ἀλλήλοιϊν
  39. χερσὶ μαχέσσασθαι· ἀλλὰ ξυνελάσσομεν ὦκα.
  40. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀνήϊξαν γελόωντες,
  41. ἀμφὶ δʼ ἄρα πτωχοὺς κακοείμονας ἠγερέθοντο.
  42. τοῖσιν δʼ Ἀντίνοος μετέφη, Εὐπείθεος υἱός·
  43. κέκλυτέ μευ, μνηστῆρες ἀγήνορες, ὄφρα τι εἴπω.
  44. γαστέρες αἵδʼ αἰγῶν κέατʼ ἐν πυρί, τὰς ἐπὶ δόρπῳ
  45. κατθέμεθα κνίσης τε καὶ αἵματος ἐμπλήσαντες·
  46. ὁππότερος δέ κε νικήσῃ κρείσσων τε γένηται,
  47. τάων ἥν κʼ ἐθέλῃσιν ἀναστὰς αὐτὸς ἑλέσθω·
  48. αἰεὶ αὖθʼ ἡμῖν μεταδαίσεται, οὐδέ τινʼ ἄλλον
  49. πτωχὸν ἔσω μίσγεσθαι ἐάσομεν αἰτήσοντα.
  50. ὣς ἔφατʼ Ἀντίνοος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος.
  51. τοῖς δὲ δολοφρονέων μετέφη πολύμητις Ὀδυσσεύς·
  52. ὦ φίλοι, οὔ πως ἔστι νεωτέρῳ ἀνδρὶ μάχεσθαι
  53. ἄνδρα γέροντα, δύῃ ἀρημένον· ἀλλά με γαστὴρ
  54. ὀτρύνει κακοεργός, ἵνα πληγῇσι δαμείω.
  55. ἀλλʼ ἄγε νῦν μοι πάντες ὀμόσσατε καρτερὸν ὅρκον,
  56. μή τις ἐπʼ Ἴρῳ ἦρα φέρων ἐμὲ χειρὶ βαρείῃ
  57. πλήξῃ ἀτασθάλλων, τούτῳ δέ με ἶφι δαμάσσῃ.
  58. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀπώμνυον ὡς ἐκέλευεν.
  59. αὐτὰρ ἐπεί ῥʼ ὄμοσάν τε τελεύτησάν τε τὸν ὅρκον,
  60. τοῖς δʼ αὖτις μετέειφʼ ἱερὴ ἲς Τηλεμάχοιο·
  61. ξεῖνʼ, εἴ σʼ ὀτρύνει κραδίη καὶ θυμὸς ἀγήνωρ
  62. τοῦτον ἀλέξασθαι, τῶν δʼ ἄλλων μή τινʼ Ἀχαιῶν
  63. δείδιθʼ, ἐπεὶ πλεόνεσσι μαχήσεται ὅς κέ σε θείνῃ·
  64. ξεινοδόκος μὲν ἐγών, ἐπὶ δʼ αἰνεῖτον βασιλῆες,
  65. Ἀντίνοός τε καὶ Εὐρύμαχος, πεπνυμένω ἄμφω.
  66. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπῄνεον· αὐτὰρ Ὀδυσσεὺς
  67. ζώσατο μὲν ῥάκεσιν περὶ μήδεα, φαῖνε δὲ μηροὺς
  68. καλούς τε μεγάλους τε, φάνεν δέ οἱ εὐρέες ὦμοι
  69. στήθεά τε στιβαροί τε βραχίονες· αὐτὰρ Ἀθήνη
  70. ἄγχι παρισταμένη μέλεʼ ἤλδανε ποιμένι λαῶν.
  71. μνηστῆρες δʼ ἄρα πάντες ὑπερφιάλως ἀγάσαντο·
  72. ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·
  73. ἦ τάχα Ἶρος Ἄϊρος ἐπίσπαστον κακὸν ἕξει,
  74. οἵην ἐκ ῥακέων ὁ γέρων ἐπιγουνίδα φαίνει.
  75. ὣς ἄρʼ ἔφαν, Ἴρῳ δὲ κακῶς ὠρίνετο θυμός.
  76. ἀλλὰ καὶ ὣς δρηστῆρες ἄγον ζώσαντες ἀνάγκῃ
  77. δειδιότα· σάρκες δὲ περιτρομέοντο μέλεσσιν.
  78. Ἀντίνοος δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
  79. νῦν μὲν μήτʼ εἴης, βουγάϊε, μήτε γένοιο,
  80. εἰ δὴ τοῦτόν γε τρομέεις καὶ δείδιας αἰνῶς,
  81. ἄνδρα γέροντα, δύῃ ἀρημένον, ἥ μιν ἱκάνει.
  82. ἀλλʼ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·
  83. αἴ κέν σʼ οὗτος νικήσῃ κρείσσων τε γένηται,
  84. πέμψω σʼ ἤπειρόνδε, βαλὼν ἐν νηὶ μελαίνῃ,
  85. εἰς Ἔχετον βασιλῆα, βροτῶν δηλήμονα πάντων,
  86. ὅς κʼ ἀπὸ ῥῖνα τάμῃσι καὶ οὔατα νηλέϊ χαλκῷ,
  87. μήδεά τʼ ἐξερύσας δώῃ κυσὶν ὠμὰ δάσασθαι.
  88. ὣς φάτο, τῷ δʼ ἔτι μᾶλλον ὑπὸ τρόμος ἔλλαβε γυῖα.
  89. ἐς μέσσον δʼ ἄναγον· τὼ δʼ ἄμφω χεῖρας ἀνέσχον.
  90. δὴ τότε μερμήριξε πολύτλας δῖος Ὀδυσσεὺς
  91. ἢ ἐλάσειʼ ὥς μιν ψυχὴ λίποι αὖθι πεσόντα,
  92. ἦέ μιν ἦκʼ ἐλάσειε τανύσσειέν τʼ ἐπὶ γαίῃ.
  93. ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι,
  94. ἦκʼ ἐλάσαι, ἵνα μή μιν ἐπιφρασσαίατʼ Ἀχαιοί.
  95. δὴ τότʼ ἀνασχομένω ὁ μὲν ἤλασε δεξιὸν ὦμον
  96. Ἶρος, ὁ δʼ αὐχένʼ ἔλασσεν ὑπʼ οὔατος, ὀστέα δʼ εἴσω
  97. ἔθλασεν· αὐτίκα δʼ ἦλθε κατὰ στόμα φοίνιον αἷμα,
  98. κὰδ δʼ ἔπεσʼ ἐν κονίῃσι μακών, σὺν δʼ ἤλασʼ ὀδόντας
  99. λακτίζων ποσὶ γαῖαν· ἀτὰρ μνηστῆρες ἀγαυοὶ
  100. χεῖρας ἀνασχόμενοι γέλῳ ἔκθανον. αὐτὰρ Ὀδυσσεὺς
  101. ἕλκε διὲκ προθύροιο λαβὼν ποδός, ὄφρʼ ἵκετʼ αὐλήν,
  102. αἰθούσης τε θύρας· καί μιν ποτὶ ἑρκίον αὐλῆς
  103. εἷσεν ἀνακλίνας· σκῆπτρον δέ οἱ ἔμβαλε χειρί,
  104. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  105. ἐνταυθοῖ νῦν ἧσο σύας τε κύνας τʼ ἀπερύκων,
  106. μηδὲ σύ γε ξείνων καὶ πτωχῶν κοίρανος εἶναι
  107. λυγρὸς ἐών, μή πού τι κακὸν καὶ μεῖζον ἐπαύρῃ.
  108. ἦ ῥα καὶ ἀμφʼ ὤμοισιν ἀεικέα βάλλετο πήρην,
  109. πυκνὰ ῥωγαλέην· ἐν δὲ στρόφος ἦεν ἀορτήρ.
  110. ἂψ δʼ ὅ γʼ ἐπʼ οὐδὸν ἰὼν κατʼ ἄρʼ ἕζετο· τοὶ δʼ ἴσαν εἴσω
  111. ἡδὺ γελώοντες καὶ δεικανόωντʼ ἐπέεσσι·
  112. Ζεύς τοι δοίη, ξεῖνε, καὶ ἀθάνατοι θεοὶ ἄλλοι,
  113. ὅττι μάλιστʼ ἐθέλεις καί τοι φίλον ἔπλετο θυμῷ,
  114. ὃς τοῦτον τὸν ἄναλτον ἀλητεύειν ἀπέπαυσας
  115. ἐν δήμῳ· τάχα γάρ μιν ἀνάξομεν ἤπειρόνδε
  116. εἰς Ἔχετον βασιλῆα, βροτῶν δηλήμονα πάντων.
  117. ὣς ἄρʼ ἔφαν, χαῖρεν δὲ κλεηδόνι δῖος Ὀδυσσεύς.
  118. Ἀντίνοος δʼ ἄρα οἱ μεγάλην παρὰ γαστέρα θῆκεν,
  119. ἐμπλείην κνίσης τε καὶ αἵματος· Ἀμφίνομος δὲ
  120. ἄρτους ἐκ κανέοιο δύω παρέθηκεν ἀείρας
  121. καὶ δέπαϊ χρυσέῳ δειδίσκετο, φώνησέν τε·
  122. χαῖρε, πάτερ ὦ ξεῖνε, γένοιτό τοι ἔς περ ὀπίσσω
  123. ὄλβος· ἀτὰρ μὲν νῦν γε κακοῖς ἔχεαι πολέεσσι.
  124. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  125. Ἀμφίνομʼ, ἦ μάλα μοι δοκέεις πεπνυμένος εἶναι·
  126. τοίου γὰρ καὶ πατρός, ἐπεὶ κλέος ἐσθλὸν ἄκουον,
  127. Νῖσον Δουλιχιῆα ἐΰν τʼ ἔμεν ἀφνειόν τε·
  128. τοῦ σʼ ἔκ φασι γενέσθαι, ἐπητῇ δʼ ἀνδρὶ ἔοικας.
  129. τοὔνεκά τοι ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον·
  130. οὐδὲν ἀκιδνότερον γαῖα τρέφει ἀνθρώποιο,
  131. πάντων ὅσσα τε γαῖαν ἔπι πνείει τε καὶ ἕρπει.
  132. οὐ μὲν γάρ ποτέ φησι κακὸν πείσεσθαι ὀπίσσω,
  133. ὄφρʼ ἀρετὴν παρέχωσι θεοὶ καὶ γούνατʼ ὀρώρῃ·
  134. ἀλλʼ ὅτε δὴ καὶ λυγρὰ θεοὶ μάκαρες τελέσωσι,
  135. καὶ τὰ φέρει ἀεκαζόμενος τετληότι θυμῷ·
  136. τοῖος γὰρ νόος ἐστὶν ἐπιχθονίων ἀνθρώπων
  137. οἷον ἐπʼ ἦμαρ ἄγησι πατὴρ ἀνδρῶν τε θεῶν τε.
  138. καὶ γὰρ ἐγώ ποτʼ ἔμελλον ἐν ἀνδράσιν ὄλβιος εἶναι,
  139. πολλὰ δʼ ἀτάσθαλʼ ἔρεξα βίῃ καὶ κάρτεϊ εἴκων,
  140. πατρί τʼ ἐμῷ πίσυνος καὶ ἐμοῖσι κασιγνήτοισι.
  141. τῷ μή τίς ποτε πάμπαν ἀνὴρ ἀθεμίστιος εἴη,
  142. ἀλλʼ ὅ γε σιγῇ δῶρα θεῶν ἔχοι, ὅττι διδοῖεν.
  143. οἷʼ ὁρόω μνηστῆρας ἀτάσθαλα μηχανόωντας,
  144. κτήματα κείροντας καὶ ἀτιμάζοντας ἄκοιτιν
  145. ἀνδρός, ὃν οὐκέτι φημὶ φίλων καὶ πατρίδος αἴης
  146. δηρὸν ἀπέσσεσθαι· μάλα δὲ σχεδόν. ἀλλά σε δαίμων
  147. οἴκαδʼ ὑπεξαγάγοι, μηδʼ ἀντιάσειας ἐκείνῳ,
  148. ὁππότε νοστήσειε φίλην ἐς πατρίδα γαῖαν·
  149. οὐ γὰρ ἀναιμωτί γε διακρινέεσθαι ὀΐω
  150. μνηστῆρας καὶ κεῖνον, ἐπεί κε μέλαθρον ὑπέλθῃ.
  151. ὣς φάτο, καὶ σπείσας ἔπιεν μελιηδέα οἶνον,
  152. ἂψ δʼ ἐν χερσὶν ἔθηκε δέπας κοσμήτορι λαῶν.
  153. αὐτὰρ ὁ βῆ διὰ δῶμα φίλον τετιημένος ἦτορ,
  154. νευστάζων κεφαλῇ· δὴ γὰρ κακὸν ὄσσετο θυμός.
  155. ἀλλʼ οὐδʼ ὣς φύγε κῆρα· πέδησε δὲ καὶ τὸν Ἀθήνη
  156. Τηλεμάχου ὑπὸ χερσὶ καὶ ἔγχεϊ ἶφι δαμῆναι.
  157. ἂψ δʼ αὖτις κατʼ ἄρʼ ἕζετʼ ἐπὶ θρόνου ἔνθεν ἀνέστη.
  158. τῇ δʼ ἄρʼ ἐπὶ φρεσὶ θῆκε θεὰ γλαυκῶπις Ἀθήνη,
  159. κούρῃ Ἰκαρίοιο, περίφρονι Πηνελοπείῃ,
  160. μνηστήρεσσι φανῆναι, ὅπως πετάσειε μάλιστα
  161. θυμὸν μνηστήρων ἰδὲ τιμήεσσα γένοιτο
  162. μᾶλλον πρὸς πόσιός τε καὶ υἱέος ἢ πάρος ἦεν.
  163. ἀχρεῖον δʼ ἐγέλασσεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
  164. Εὐρυνόμη, θυμός μοι ἐέλδεται, οὔ τι πάρος γε,
  165. μνηστήρεσσι φανῆναι, ἀπεχθομένοισί περ ἔμπης·
  166. παιδὶ δέ κεν εἴποιμι ἔπος, τό κε κέρδιον εἴη,
  167. μὴ πάντα μνηστῆρσιν ὑπερφιάλοισιν ὁμιλεῖν,
  168. οἵ τʼ εὖ μὲν βάζουσι, κακῶς δʼ ὄπιθεν φρονέουσι.
  169. τὴν δʼ αὖτʼ Εὐρυνόμη ταμίη πρὸς μῦθον ἔειπεν·
  170. ναὶ δὴ ταῦτά γε πάντα, τέκος, κατὰ μοῖραν ἔειπες.
  171. ἀλλʼ ἴθι καὶ σῷ παιδὶ ἔπος φάο μηδʼ ἐπίκευθε,
  172. χρῶτʼ ἀπονιψαμένη καὶ ἐπιχρίσασα παρειάς·
  173. μηδʼ οὕτω δακρύοισι πεφυρμένη ἀμφὶ πρόσωπα
  174. ἔρχευ, ἐπεὶ κάκιον πενθήμεναι ἄκριτον αἰεί.
  175. ἤδη μὲν γάρ τοι παῖς τηλίκος, ὃν σὺ μάλιστα
  176. ἠρῶ ἀθανάτοισι γενειήσαντα ἰδέσθαι.
  177. τὴν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
  178. Εὐρυνόμη, μὴ ταῦτα παραύδα, κηδομένη περ,
  179. χρῶτʼ ἀπονίπτεσθαι καὶ ἐπιχρίεσθαι ἀλοιφῇ·
  180. ἀγλαΐην γὰρ ἐμοί γε θεοί, τοὶ Ὄλυμπον ἔχουσιν,
  181. ὤλεσαν, ἐξ οὗ κεῖνος ἔβη κοίλῃς ἐνὶ νηυσίν.
  182. ἀλλά μοι Αὐτονόην τε καὶ Ἱπποδάμειαν ἄνωχθι
  183. ἐλθέμεν, ὄφρα κέ μοι παρστήετον ἐν μεγάροισιν·
  184. οἴη δʼ οὐκ εἴσειμι μετʼ ἀνέρας· αἰδέομαι γάρ.
  185. ὣς ἄρʼ ἔφη, γρηῢς δὲ διὲκ μεγάροιο βεβήκει
  186. ἀγγελέουσα γυναιξὶ καὶ ὀτρυνέουσα νέεσθαι.
  187. ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη·
  188. κούρῃ Ἰκαρίοιο κατὰ γλυκὺν ὕπνον ἔχευεν,
  189. εὗδε δʼ ἀνακλινθεῖσα, λύθεν δέ οἱ ἅψεα πάντα
  190. αὐτοῦ ἐνὶ κλιντῆρι· τέως δʼ ἄρα δῖα θεάων
  191. ἄμβροτα δῶρα δίδου, ἵνα μιν θησαίατʼ Ἀχαιοί.
  192. κάλλεϊ μέν οἱ πρῶτα προσώπατα καλὰ κάθηρεν
  193. ἀμβροσίῳ, οἵῳ περ ἐϋστέφανος Κυθέρεια
  194. χρίεται, εὖτʼ ἂν ἴῃ Χαρίτων χορὸν ἱμερόεντα·
  195. καί μιν μακροτέρην καὶ πάσσονα θῆκεν ἰδέσθαι,
  196. λευκοτέρην δʼ ἄρα μιν θῆκε πριστοῦ ἐλέφαντος.
  197. ἡ μὲν ἄρʼ ὣς ἔρξασʼ ἀπεβήσετο δῖα θεάων,
  198. ἦλθον δʼ ἀμφίπολοι λευκώλενοι ἐκ μεγάροιο
  199. φθόγγῳ ἐπερχόμεναι· τὴν δὲ γλυκὺς ὕπνος ἀνῆκε,
  200. καί ῥʼ ἀπομόρξατο χερσὶ παρειὰς φώνησέν τε·
  201. ἦ με μάλʼ αἰνοπαθῆ μαλακὸν περὶ κῶμʼ ἐκάλυψεν.
  202. αἴθε μοι ὣς μαλακὸν θάνατον πόροι Ἄρτεμις ἁγνὴ
  203. αὐτίκα νῦν, ἵνα μηκέτʼ ὀδυρομένη κατὰ θυμὸν
  204. αἰῶνα φθινύθω, πόσιος ποθέουσα φίλοιο
  205. παντοίην ἀρετήν, ἐπεὶ ἔξοχος ἦεν Ἀχαιῶν.
  206. ὣς φαμένη κατέβαινʼ ὑπερώϊα σιγαλόεντα,
  207. οὐκ οἴη· ἅμα τῇ γε καὶ ἀμφίπολοι δύʼ ἕποντο.
  208. ἡ δʼ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν,
  209. στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,
  210. ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα·
  211. ἀμφίπολος δʼ ἄρα οἱ κεδνὴ ἑκάτερθε παρέστη.
  212. τῶν δʼ αὐτοῦ λύτο γούνατʼ, ἔρῳ δʼ ἄρα θυμὸν ἔθελχθεν,
  213. πάντες δʼ ἠρήσαντο παραὶ λεχέεσσι κλιθῆναι.
  214. ἡ δʼ αὖ Τηλέμαχον προσεφώνεεν, ὃν φίλον υἱόν·
  215. Τηλέμαχʼ, οὐκέτι τοι φρένες ἔμπεδοι οὐδὲ νόημα·
  216. παῖς ἔτʼ ἐὼν καὶ μᾶλλον ἐνὶ φρεσὶ κέρδεʼ ἐνώμας·
  217. νῦν δʼ, ὅτε δὴ μέγας ἐσσὶ καὶ ἥβης μέτρον ἱκάνεις,
  218. καί κέν τις φαίη γόνον ἔμμεναι ὀλβίου ἀνδρός,
  219. ἐς μέγεθος καὶ κάλλος ὁρώμενος, ἀλλότριος φώς,
  220. οὐκέτι τοι φρένες εἰσὶν ἐναίσιμοι οὐδὲ νόημα.
  221. οἷον δὴ τόδε ἔργον ἐνὶ μεγάροισιν ἐτύχθη,
  222. ὃς τὸν ξεῖνον ἔασας ἀεικισθήμεναι οὕτως.
  223. πῶς νῦν, εἴ τι ξεῖνος ἐν ἡμετέροισι δόμοισιν
  224. ἥμενος ὧδε πάθοι ῥυστακτύος ἐξ ἀλεγεινῆς;
  225. σοί κʼ αἶσχος λώβη τε μετʼ ἀνθρώποισι πέλοιτο.
  226. τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  227. μῆτερ ἐμή, τὸ μὲν οὔ σε νεμεσσῶμαι κεχολῶσθαι·
  228. αὐτὰρ ἐγὼ θυμῷ νοέω καὶ οἶδα ἕκαστα,
  229. ἐσθλά τε καὶ τὰ χέρεια· πάρος δʼ ἔτι νήπιος ἦα.
  230. ἀλλά τοι οὐ δύναμαι πεπνυμένα πάντα νοῆσαι·
  231. ἐκ γάρ με πλήσσουσι παρήμενοι ἄλλοθεν ἄλλος
  232. οἵδε κακὰ φρονέοντες, ἐμοὶ δʼ οὐκ εἰσὶν ἀρωγοί.
  233. οὐ μέν τοι ξείνου γε καὶ Ἴρου μῶλος ἐτύχθη
  234. μνηστήρων ἰότητι, βίῃ δʼ ὅ γε φέρτερος ἦεν.
  235. αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,
  236. οὕτω νῦν μνηστῆρες ἐν ἡμετέροισι δόμοισι
  237. νεύοιεν κεφαλὰς δεδμημένοι, οἱ μὲν ἐν αὐλῇ,
  238. οἱ δʼ ἔντοσθε δόμοιο, λελῦτο δὲ γυῖα ἑκάστου,
  239. ὡς νῦν Ἶρος κεῖνος ἐπʼ αὐλείῃσι θύρῃσιν
  240. ἧσται νευστάζων κεφαλῇ, μεθύοντι ἐοικώς,
  241. οὐδʼ ὀρθὸς στῆναι δύναται ποσὶν οὐδὲ νέεσθαι
  242. οἴκαδʼ, ὅπη οἱ νόστος, ἐπεὶ φίλα γυῖα λέλυνται.
  243. ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·
  244. Εὐρύμαχος δʼ ἐπέεσσι προσηύδα Πηνελόπειαν·
  245. κούρη Ἰκαρίοιο, περίφρον Πηνελόπεια,
  246. εἰ πάντες σε ἴδοιεν ἀνʼ Ἴασον Ἄργος Ἀχαιοί,
  247. πλέονές κε μνηστῆρες ἐν ὑμετέροισι δόμοισιν
  248. ἠῶθεν δαινύατʼ, ἐπεὶ περίεσσι γυναικῶν
  249. εἶδός τε μέγεθός τε ἰδὲ φρένας ἔνδον ἐΐσας.
  250. τὸν δʼ ἠμείβετʼ ἔπειτα περίφρων Πηνελόπεια·
  251. Εὐρύμαχʼ, ἦ τοι ἐμὴν ἀρετὴν εἶδός τε δέμας τε
  252. ὤλεσαν ἀθάνατοι, ὅτε Ἴλιον εἰσανέβαινον
  253. Ἀργεῖοι, μετὰ τοῖσι δʼ ἐμὸς πόσις ᾖεν Ὀδυσσεύς.
  254. εἰ κεῖνός γʼ ἐλθὼν τὸν ἐμὸν βίον ἀμφιπολεύοι,
  255. μεῖζόν κε κλέος εἴη ἐμὸν καὶ κάλλιον οὕτως.
  256. νῦν δʼ ἄχομαι· τόσα γάρ μοι ἐπέσσευεν κακὰ δαίμων.
  257. ἦ μὲν δὴ ὅτε τʼ ᾖε λιπὼν κάτα πατρίδα γαῖαν,
  258. δεξιτερὴν ἐπὶ καρπῷ ἑλὼν ἐμὲ χεῖρα προσηύδα·
  259. ὦ γύναι, οὐ γὰρ ὀΐω ἐϋκνήμιδας Ἀχαιοὺς
  260. ἐκ Τροίης εὖ πάντας ἀπήμονας ἀπονέεσθαι·
  261. καὶ γὰρ Τρῶάς φασι μαχητὰς ἔμμεναι ἄνδρας,
  262. ἠμὲν ἀκοντιστὰς ἠδὲ ῥυτῆρας ὀϊστῶν
  263. ἵππων τʼ ὠκυπόδων ἐπιβήτορας, οἵ κε τάχιστα
  264. ἔκριναν μέγα νεῖκος ὁμοιΐου πολέμοιο.
  265. τῷ οὐκ οἶδʼ ἤ κέν μʼ ἀνέσει θεός, ἦ κεν ἁλώω
  266. αὐτοῦ ἐνὶ Τροίῃ· σοὶ δʼ ἐνθάδε πάντα μελόντων.
  267. μεμνῆσθαι πατρὸς καὶ μητέρος ἐν μεγάροισιν
  268. ὡς νῦν, ἢ ἔτι μᾶλλον ἐμεῦ ἀπονόσφιν ἐόντος·
  269. αὐτὰρ ἐπὴν δὴ παῖδα γενειήσαντα ἴδηαι,
  270. γήμασθʼ ᾧ κʼ ἐθέλῃσθα, τεὸν κατὰ δῶμα λιποῦσα.
  271. κεῖνος τὼς ἀγόρευε· τὰ δὴ νῦν πάντα τελεῖται.
  272. νὺξ δʼ ἔσται ὅτε δὴ στυγερὸς γάμος ἀντιβολήσει
  273. οὐλομένης ἐμέθεν, τῆς τε Ζεὺς ὄλβον ἀπηύρα.
  274. ἀλλὰ τόδʼ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει·
  275. μνηστήρων οὐχ ἥδε δίκη τὸ πάροιθε τέτυκτο·
  276. οἵ τʼ ἀγαθήν τε γυναῖκα καὶ ἀφνειοῖο θύγατρα
  277. μνηστεύειν ἐθέλωσι καὶ ἀλλήλοις ἐρίσωσιν,
  278. αὐτοὶ τοί γʼ ἀπάγουσι βόας καὶ ἴφια μῆλα,
  279. κούρης δαῖτα φίλοισι, καὶ ἀγλαὰ δῶρα διδοῦσιν·
  280. ἀλλʼ οὐκ ἀλλότριον βίοτον νήποινον ἔδουσιν.
  281. ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,
  282. οὕνεκα τῶν μὲν δῶρα παρέλκετο, θέλγε δὲ θυμὸν
  283. μειλιχίοις ἐπέεσσι, νόος δέ οἱ ἄλλα μενοίνα.
  284. τὴν δʼ αὖτʼ Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός,
  285. κούρη Ἰκαρίοιο, περίφρον Πηνελόπεια,
  286. δῶρα μὲν ὅς κʼ ἐθέλῃσιν Ἀχαιῶν ἐνθάδʼ ἐνεῖκαι,
  287. δέξασθʼ. οὐ γὰρ καλὸν ἀνήνασθαι δόσιν ἐστίν·
  288. ἡμεῖς δʼ οὔτʼ ἐπὶ ἔργα πάρος γʼ ἴμεν οὔτε πῃ ἄλλῃ,
  289. πρίν γέ σε τῷ γήμασθαι Ἀχαιῶν ὅς τις ἄριστος.
  290. ὣς ἔφατʼ Ἀντίνοος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος·
  291. δῶρα δʼ ἄρʼ οἰσέμεναι πρόεσαν κήρυκα ἕκαστος.
  292. Ἀντινόῳ μὲν ἔνεικε μέγαν περικαλλέα πέπλον,
  293. ποικίλον· ἐν δʼ ἀρʼ ἔσαν περόναι δυοκαίδεκα πᾶσαι
  294. χρύσειαι, κληῗσιν ἐϋγνάμπτοις ἀραρυῖαι.
  295. ὅρμον δʼ Εὐρυμάχῳ πολυδαίδαλον αὐτίκʼ ἔνεικε.
  296. χρύσεον, ἠλέκτροισιν ἐερμένον ἠέλιον ὥς.
  297. ἕρματα δʼ Εὐρυδάμαντι δύω θεράποντες ἔνεικαν,
  298. τρίγληνα μορόεντα· χάρις δʼ ἀπελάμπετο πολλή.
  299. ἐκ δʼ ἄρα Πεισάνδροιο Πολυκτορίδαο ἄνακτος
  300. ἴσθμιον ἤνεικεν θεράπων, περικαλλὲς ἄγαλμα.
  301. ἄλλο δʼ ἄρʼ ἄλλος δῶρον Ἀχαιῶν καλὸν ἔνεικεν.
  302. ἡ μὲν ἔπειτʼ ἀνέβαινʼ ὑπερώϊα δῖα γυναικῶν,
  303. τῇ δʼ ἄρʼ ἅμʼ ἀμφίπολοι ἔφερον περικαλλέα δῶρα
  304. οἱ δʼ εἰς ὀρχηστύν τε καὶ ἱμερόεσσαν ἀοιδὴν
  305. τρεψάμενοι τέρποντο, μένον δʼ ἐπὶ ἕσπερον ἐλθεῖν.
  306. τοῖσι δὲ τερπομένοισι μέλας ἐπὶ ἕσπερος ἦλθεν.
  307. αὐτίκα λαμπτῆρας τρεῖς ἵστασαν ἐν μεγάροισιν,
  308. ὄφρα φαείνοιεν· περὶ δὲ ξύλα κάγκανα θῆκαν,
  309. αὖα πάλαι, περίκηλα, νέον κεκεασμένα χαλκῷ,
  310. καὶ δαΐδας μετέμισγον· ἀμοιβηδὶς δʼ ἀνέφαινον
  311. δμῳαὶ Ὀδυσσῆος ταλασίφρονος. αὐτὰρ ὁ τῇσιν
  312. αὐτὸς διογενῆς μετέφη πολύμητις Ὀδυσσεύς·
  313. δμῳαὶ Ὀδυσσῆος, δὴν οἰχομένοιο ἄνακτος,
  314. ἔρχεσθε πρὸς δώμαθʼ, ἵνʼ αἰδοίη βασίλεια·
  315. τῇ δὲ παρʼ ἠλάκατα στροφαλίζετε, τέρπετε δʼ αὐτὴν
  316. ἥμεναι ἐν μεγάρῳ, ἢ εἴρια πείκετε χερσίν·
  317. αὐτὰρ ἐγὼ τούτοισι φάος πάντεσσι παρέξω.
  318. ἤν περ γάρ κʼ ἐθέλωσιν ἐΰθρονον Ἠῶ μίμνειν,
  319. οὔ τί με νικήσουσι· πολυτλήμων δὲ μάλʼ εἰμί.
  320. ὣς ἔφαθʼ, αἱ δʼ ἐγέλασσαν, ἐς ἀλλήλας δὲ ἴδοντο.
  321. τὸν δʼ αἰσχρῶς ἐνένιπε Μελανθὼ καλλιπάρῃος,
  322. τὴν Δολίος μὲν ἔτικτε, κόμισσε δὲ Πηνελόπεια,
  323. παῖδα δὲ ὣς ἀτίταλλε, δίδου δʼ ἄρʼ ἀθύρματα θυμῷ·
  324. ἀλλʼ οὐδʼ ὣς ἔχε πένθος ἐνὶ φρεσὶ Πηνελοπείης,
  325. ἀλλʼ ἥ γʼ Εὐρυμάχῳ μισγέσκετο καὶ φιλέεσκεν.
  326. ἥ ῥʼ Ὀδυσῆʼ ἐνένιπεν ὀνειδείοις ἐπέεσσιν·
  327. ξεῖνε τάλαν, σύ γέ τις φρένας ἐκπεπαταγμένος ἐσσί,
  328. οὐδʼ ἐθέλεις εὕδειν χαλκήϊον ἐς δόμον ἐλθών,
  329. ἠέ που ἐς λέσχην, ἀλλʼ ἐνθάδε πόλλʼ ἀγορεύεις,
  330. θαρσαλέως πολλοῖσι μετʼ ἀνδράσιν, οὐδέ τι θυμῷ
  331. ταρβεῖς· ἦ ῥά σε οἶνος ἔχει φρένας, ἤ νύ τοι αἰεὶ
  332. τοιοῦτος νόος ἐστίν· ὃ καὶ μεταμώνια βάζεις.
  333. ἦ ἀλύεις, ὅτι Ἶρον ἐνίκησας τὸν ἀλήτην;
  334. μή τίς τοι τάχα Ἴρου ἀμείνων ἄλλος ἀναστῇ,
  335. ὅς τίς σʼ ἀμφὶ κάρη κεκοπὼς χερσὶ στιβαρῇσι
  336. δώματος ἐκπέμψῃσι, φορύξας αἵματι πολλῷ.
  337. τὴν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·
  338. ἦ τάχα Τηλεμάχῳ ἐρέω, κύον, οἷʼ ἀγορεύεις,
  339. κεῖσʼ ἐλθών, ἵνα σʼ αὖθι διὰ μελεϊστὶ τάμῃσιν.
  340. ὣς εἰπὼν ἐπέεσσι διεπτοίησε γυναῖκας.
  341. βὰν δʼ ἴμεναι διὰ δῶμα, λύθεν δʼ ὑπὸ γυῖα ἑκάστης
  342. ταρβοσύνῃ· φὰν γάρ μιν ἀληθέα μυθήσασθαι.
  343. αὐτὰρ ὁ πὰρ λαμπτῆρσι φαείνων αἰθομένοισιν
  344. ἑστήκειν ἐς πάντας ὁρώμενος· ἄλλα δέ οἱ κῆρ
  345. ὥρμαινε φρεσὶν ᾗσιν, ἅ ῥʼ οὐκ ἀτέλεστα γένοντο.
  346. μνηστῆρας δʼ οὐ πάμπαν ἀγήνορας εἴα Ἀθήνη
  347. λώβης ἴσχεσθαι θυμαλγέος, ὄφρʼ ἔτι μᾶλλον
  348. δύη ἄχος κραδίην Λαερτιάδεω Ὀδυσῆος.
  349. τοῖσιν δʼ Εὐρύμαχος, Πολύβου πάϊς, ἦρχʼ ἀγορεύειν,
  350. κερτομέων Ὀδυσῆα· γέλω δʼ ἑτάροισιν ἔτευχε.
  351. κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης,
  352. ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
  353. οὐκ ἀθεεὶ ὅδʼ ἀνὴρ Ὀδυσήϊον ἐς δόμον ἵκει·
  354. ἔμπης μοι δοκέει δαίδων σέλας ἔμμεναι αὐτοῦ
  355. κὰκ κεφαλῆς, ἐπεὶ οὔ οἱ ἔνι τρίχες οὐδʼ ἠβαιαί.
  356. ἦ ῥʼ, ἅμα τε προσέειπεν Ὀδυσσῆα πτολίπορθον·
  357. ξεῖνʼ, ἦ ἄρ κʼ ἐθέλοις θητευέμεν, εἴ σʼ ἀνελοίμην,
  358. ἀγροῦ ἐπʼ ἐσχατιῆς—μισθὸς δέ τοι ἄρκιος ἔσται—
  359. αἱμασιάς τε λέγων καὶ δένδρεα μακρὰ φυτεύων;
  360. ἔνθα κʼ ἐγὼ σῖτον μὲν ἐπηετανὸν παρέχοιμι,
  361. εἵματα δʼ ἀμφιέσαιμι ποσίν θʼ ὑποδήματα δοίην.
  362. ἀλλʼ ἐπεὶ οὖν δὴ ἔργα κάκʼ ἔμμαθες, οὐκ ἐθελήσεις
  363. ἔργον ἐποίχεσθαι, ἀλλὰ πτώσσειν κατὰ δῆμον
  364. βούλεαι, ὄφρʼ ἄν ἔχῃς βόσκειν σὴν γαστέρʼ ἄναλτον.
  365. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  366. Εὐρύμαχʼ, εἰ γὰρ νῶϊν ἔρις ἔργοιο γένοιτο
  367. ὥρῃ ἐν εἰαρινῇ, ὅτε τʼ ἤματα μακρὰ πέλονται,
  368. ἐν ποίῃ, δρέπανον μὲν ἐγὼν εὐκαμπὲς ἔχοιμι,
  369. καὶ δὲ σὺ τοῖον ἔχοις, ἵνα πειρησαίμεθα ἔργου
  370. νήστιες ἄχρι μάλα κνέφαος, ποίη δὲ παρείη.
  371. εἰ δʼ αὖ καὶ βόες εἶεν ἐλαυνέμεν, οἵ περ ἄριστοι,
  372. αἴθωνες, μεγάλοι, ἄμφω κεκορηότε ποίης,
  373. ἥλικες, ἰσοφόροι, τῶν τε σθένος οὐκ ἀλαπαδνόν,
  374. τετράγυον δʼ εἴη, εἴκοι δʼ ὑπὸ βῶλος ἀρότρῳ·
  375. τῷ κέ μʼ ἴδοις, εἰ ὦλκα διηνεκέα προταμοίμην.
  376. εἰ δʼ αὖ καὶ πόλεμόν ποθεν ὁρμήσειε Κρονίων
  377. σήμερον, αὐτὰρ ἐμοὶ σάκος εἴη καὶ δύο δοῦρε
  378. καὶ κυνέη πάγχαλκος, ἐπὶ κροτάφοις ἀραρυῖα,
  379. τῷ κέ μʼ ἴδοις πρώτοισιν ἐνὶ προμάχοισι μιγέντα,
  380. οὐδʼ ἄν μοι τὴν γαστέρʼ ὀνειδίζων ἀγορεύοις.
  381. ἀλλὰ μάλʼ ὑβρίξεις, καί τοι νόος ἐστὶν ἀπηνής·
  382. καί πού τις δοκέεις μέγας ἔμμεναι ἠδὲ κραταιός,
  383. οὕνεκα πὰρ παύροισι καὶ οὐκ ἀγαθοῖσιν ὁμιλεῖς.
  384. εἰ δʼ Ὀδυσεὺς ἔλθοι καὶ ἵκοιτʼ ἐς πατρίδα γαῖαν,
  385. αἶψά κέ τοι τὰ θύρετρα, καὶ εὐρέα περ μάλʼ ἐόντα,
  386. φεύγοντι στείνοιτο διὲκ προθύροιο θύραζε.
  387. ὣς ἔφατʼ, Εὐρύμαχος δʼ ἐχολώσατο κηρόθι μᾶλλον,
  388. καί μιν ὑπόδρα ἰδὼν ἔπεα πτερόεντα προσηύδα·
  389. ἆ δείλʼ, ἦ τάχα τοι τελέω κακόν, οἷʼ ἀγορεύεις
  390. θαρσαλέως πολλοῖσι μετʼ ἀνδράσιν, οὐδέ τι θυμῷ
  391. ταρβεῖς· ἦ ῥά σε οἶνος ἔχει φρένας, ἤ νύ τοι αἰεὶ
  392. τοιοῦτος νόος ἐστίν· ὃ καὶ μεταμώνια βάζεις.
  393. ἦ ἀλύεις, ὅτι Ἶρον ἐνίκησας τὸν ἀλήτην;
  394. ὣς ἄρα φωνήσας σφέλας ἔλλαβεν· αὐτὰρ Ὀδυσσεὺς
  395. Ἀμφινόμου πρὸς γοῦνα καθέζετο Δουλιχιῆος,
  396. Εὐρύμαχον δείσας· ὁ δʼ ἄρʼ οἰνοχόον βάλε χεῖρα
  397. δεξιτερήν· πρόχοος δὲ χαμαὶ βόμβησε πεσοῦσα,
  398. αὐτὰρ ὅ γʼ οἰμώξας πέσεν ὕπτιος ἐν κονίῃσι.
  399. μνηστῆρες δʼ ὁμάδησαν ἀνὰ μέγαρα σκιόεντα,
  400. ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·
  401. αἴθʼ ὤφελλʼ ὁ ξεῖνος ἀλώμενος ἄλλοθʼ ὀλέσθαι
  402. πρὶν ἐλθεῖν· τῷ οὔ τι τόσον κέλαδον μετέθηκε.
  403. νῦν δὲ περὶ πτωχῶν ἐριδαίνομεν, οὐδέ τι δαιτὸς
  404. ἐσθλῆς ἔσσεται ἦδος, ἐπεὶ τὰ χερείονα νικᾷ.
  405. τοῖσι δὲ καὶ μετέειφʼ ἱερὴ ἲς Τηλεμάχοιο
  406. δαιμόνιοι, μαίνεσθε καὶ οὐκέτι κεύθετε θυμῷ
  407. βρωτὺν οὐδὲ ποτῆτα· θεῶν νύ τις ὔμμʼ ὀροθύνει.
  408. ἀλλʼ εὖ δαισάμενοι κατακείετε οἴκαδʼ ἰόντες,
  409. ὁππότε θυμὸς ἄνωγε· διώκω δʼ οὔ τινʼ ἐγώ γε.
  410. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ὀδὰξ ἐν χείλεσι φύντες
  411. Τηλέμαχον θαύμαζον, ὃ θαρσαλέως ἀγόρευε.
  412. τοῖσιν δʼ Ἀμφίνομος ἀγορήσατο καὶ μετέειπε
  413. Νίσου φαίδιμος υἱός, Ἀρητιάδαο ἄνακτος·
  414. ὦ φίλοι, οὐκ ἂν δή τις ἐπὶ ῥηθέντι δικαίῳ
  415. ἀντιβίοις ἐπέεσσι καθαπτόμενος χαλεπαίνοι·
  416. μήτε τι τὸν ξεῖνον στυφελίζετε μήτε τινʼ ἄλλον
  417. δμώων, οἳ κατὰ δώματʼ Ὀδυσσῆος θείοιο.
  418. ἀλλʼ ἄγετʼ, οἰνοχόος μὲν ἐπαρξάσθω δεπάεσσιν,
  419. ὄφρα σπείσαντες κατακείομεν οἴκαδʼ ἰόντες·
  420. τὸν ξεῖνον δὲ ἐῶμεν ἐνὶ μεγάροις Ὀδυσῆος
  421. Τηλεμάχῳ μελέμεν· τοῦ γὰρ φίλον ἵκετο δῶμα.
  422. ὣς φάτο, τοῖσι δὲ πᾶσιν ἑαδότα μῦθον ἔειπε.
  423. τοῖσιν δὲ κρητῆρα κεράσσατο Μούλιος ἥρως,
  424. κῆρυξ Δουλιχιεύς· θεράπων δʼ ἦν Ἀμφινόμοιο·
  425. νώμησεν δʼ ἄρα πᾶσιν ἐπισταδόν· οἱ δὲ θεοῖσι
  426. σπείσαντες μακάρεσσι πίον μελιηδέα οἶνον.
  427. αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιόν θʼ ὅσον ἤθελε θυμός,
  428. βάν ῥʼ ἴμεναι κείοντες ἑὰ πρὸς δώμαθʼ ἕκαστος.
  1. αὐτὰρ ὁ ἐν μεγάρῳ ὑπελείπετο δῖος Ὀδυσσεύς,
  2. μνηστήρεσσι φόνον σὺν Ἀθήνῃ μερμηρίζων·
  3. αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα·
  4. Τηλέμαχε, χρὴ τεύχεʼ ἀρήϊα κατθέμεν εἴσω
  5. πάντα μάλʼ· αὐτὰρ μνηστῆρας μαλακοῖς ἐπέεσσι
  6. παρφάσθαι, ὅτε κέν σε μεταλλῶσιν ποθέοντες·
  7. ἐκ καπνοῦ κατέθηκʼ, ἐπεὶ οὐκέτι τοῖσιν ἐῴκει
  8. οἷά ποτε Τροίηνδε κιὼν κατέλειπεν Ὀδυσσεύς,
  9. ἀλλὰ κατῄκισται, ὅσσον πυρὸς ἵκετʼ ἀϋτμή.
  10. πρὸς δʼ ἔτι καὶ τόδε μεῖζον ἐνὶ φρεσὶν ἔβαλε δαίμων
  11. μή πως οἰνωθέντες, ἔριν στήσαντες ἐν ὑμῖν,
  12. ἀλλήλους τρώσητε καταισχύνητέ τε δαῖτα
  13. καὶ μνηστύν· αὐτὸς γὰρ ἐφέλκεται ἄνδρα σίδηρος.
  14. ὣς φάτο, Τηλέμαχος δὲ φίλῳ ἐπεπείθετο πατρί,
  15. ἐκ δὲ καλεσσάμενος προσέφη τροφὸν Εὐρύκλειαν·
  16. μαῖʼ, ἄγε δή μοι ἔρυξον ἐνὶ μεγάροισι γυναῖκας,
  17. ὄφρα κεν ἐς θάλαμον καταθείομαι ἔντεα πατρὸς
  18. καλά, τά μοι κατὰ οἶκον ἀκηδέα καπνὸς ἀμέρδει
  19. πατρὸς ἀποιχομένοιο· ἐγὼ δʼ ἔτι νήπιος ἦα.
  20. νῦν δʼ ἐθέλω καταθέσθαι, ἵνʼ οὐ πυρὸς ἵξετʼ ἀϋτμή.
  21. τὸν δʼ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια·
  22. αἲ γὰρ δή ποτε, τέκνον, ἐπιφροσύνας ἀνέλοιο
  23. οἴκου κήδεσθαι καὶ κτήματα πάντα φυλάσσειν.
  24. ἀλλʼ ἄγε, τίς τοι ἔπειτα μετοιχομένη φάος οἴσει;
  25. δμῳὰς δʼ οὐκ εἴας προβλωσκέμεν, αἵ κεν ἔφαινον.
  26. τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  27. ξεῖνος ὅδʼ· οὐ γὰρ ἀεργὸν ἀνέξομαι ὅς κεν ἐμῆς γε
  28. χοίνικος ἅπτηται, καὶ τηλόθεν εἰληλουθώς.
  29. ὣς ἄρʼ ἐφώνησεν, τῇ δʼ ἄπτερος ἔπλετο μῦθος.
  30. κλήϊσεν δὲ θύρας μεγάρων εὖ ναιεταόντων.
  31. τὼ δʼ ἄρʼ ἀναΐξαντʼ Ὀδυσεὺς καὶ φαίδιμος υἱὸς
  32. ἐσφόρεον κόρυθάς τε καὶ ἀσπίδας ὀμφαλοέσσας
  33. ἔγχεά τʼ ὀξυόεντα· πάροιθε δὲ Παλλὰς Ἀθήνη,
  34. χρύσεον λύχνον ἔχουσα, φάος περικαλλὲς ἐποίει.
  35. δὴ τότε Τηλέμαχος προσεφώνεεν ὃν πατέρʼ αἶψα·
  36. ὦ πάτερ, ἦ μέγα θαῦμα τόδʼ ὀφθαλμοῖσιν ὁρῶμαι.
  37. ἔμπης μοι τοῖχοι μεγάρων καλαί τε μεσόδμαι,
  38. εἰλάτιναί τε δοκοί, καὶ κίονες ὑψόσʼ ἔχοντες
  39. φαίνοντʼ ὀφθαλμοῖς ὡς εἰ πυρὸς αἰθομένοιο.
  40. ἦ μάλα τις θεὸς ἔνδον, οἳ οὐρανὸν εὐρὺν ἔχουσι.
  41. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  42. σίγα καὶ κατὰ σὸν νόον ἴσχανε μηδʼ ἐρέεινε·
  43. αὕτη τοι δίκη ἐστὶ θεῶν, οἳ Ὄλυμπον ἔχουσιν.
  44. ἀλλὰ σὺ μὲν κατάλεξαι, ἐγὼ δʼ ὑπολείψομαι αὐτοῦ,
  45. ὄφρα κʼ ἔτι δμῳὰς καὶ μητέρα σὴν ἐρεθίζω·
  46. ἡ δέ μʼ ὀδυρομένη εἰρήσεται ἀμφὶς ἕκαστα.
  47. ὣς φάτο, Τηλέμαχος δὲ διὲκ μεγάροιο βεβήκει
  48. κείων ἐς θάλαμον, δαΐδων ὕπο λαμπομενάων,
  49. ἔνθα πάρος κοιμᾶθʼ, ὅτε μιν γλυκὺς ὕπνος ἱκάνοι·
  50. ἔνθʼ ἄρα καὶ τότʼ ἔλεκτο καὶ Ἠῶ δῖαν ἔμιμνεν.
  51. αὐτὰρ ὁ ἐν μεγάρῳ ὑπελείπετο δῖος Ὀδυσσεύς,
  52. μνηστήρεσσι φόνον σὺν Ἀθήνῃ μερμηρίζων.
  53. ἡ δʼ ἴεν ἐκ θαλάμοιο περίφρων Πηνελόπεια,
  54. Ἀρτέμιδι ἰκέλη ἠὲ χρυσέῃ Ἀφροδίτῃ.
  55. τῇ παρὰ μὲν κλισίην πυρὶ κάτθεσαν, ἔνθʼ ἄρʼ ἐφῖζε,
  56. δινωτὴν ἐλέφαντι καὶ ἀργύρῳ· ἥν ποτε τέκτων
  57. ποίησʼ Ἰκμάλιος, καὶ ὑπὸ θρῆνυν ποσὶν ἧκε
  58. προσφυέʼ ἐξ αὐτῆς, ὅθʼ ἐπὶ μέγα βάλλετο κῶας.
  59. ἔνθα καθέζετʼ ἔπειτα περίφρων Πηνελόπεια.
  60. ἦλθον δὲ δμῳαὶ λευκώλενοι ἐκ μεγάροιο.
  61. αἱ δʼ ἀπὸ μὲν σῖτον πολὺν ᾕρεον ἠδὲ τραπέζας
  62. καὶ δέπα, ἔνθεν ἄρʼ ἄνδρες ὑπερμενέοντες ἔπινον·
  63. πῦρ δʼ ἀπὸ λαμπτήρων χαμάδις βάλον, ἄλλα δʼ ἐπʼ αὐτῶν
  64. νήησαν ξύλα πολλά, φόως ἔμεν ἠδὲ θέρεσθαι.
  65. ἡ δʼ Ὀδυσῆʼ ἐνένιπε Μελανθὼ δεύτερον αὖτις·
  66. ξεῖνʼ, ἔτι καὶ νῦν ἐνθάδʼ ἀνιήσεις διὰ νύκτα
  67. δινεύων κατὰ οἶκον, ὀπιπεύσεις δὲ γυναῖκας;
  68. ἀλλʼ ἔξελθε θύραζε, τάλαν, καὶ δαιτὸς ὄνησο·
  69. ἢ τάχα καὶ δαλῷ βεβλημένος εἶσθα θύραζε.
  70. τὴν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·
  71. δαιμονίη, τί μοι ὧδʼ ἐπέχεις κεκοτηότι θυμῷ;
  72. ἦ ὅτι δὴ ῥυπόω, κακὰ δὲ χροῒ εἵματα εἷμαι,
  73. πτωχεύω δʼ ἀνὰ δῆμον; ἀναγκαίη γὰρ ἐπείγει.
  74. τοιοῦτοι πτωχοὶ καὶ ἀλήμονες ἄνδρες ἔασι
  75. καὶ γὰρ ἐγώ ποτε οἶκον ἐν ἀνθρώποισιν ἔναιον
  76. ὄλβιος ἀφνειὸν καὶ πολλάκι δόσκον ἀλήτῃ,
  77. τοίῳ ὁποῖος ἔοι καὶ ὅτευ κεχρημένος ἔλθοι·
  78. ἦσαν δὲ δμῶες μάλα μυρίοι, ἄλλα τε πολλὰ
  79. οἷσίν τʼ εὖ ζώουσι καὶ ἀφνειοὶ καλέονται.
  80. ἀλλὰ Ζεὺς ἀλάπαξε Κρονίων· ἤθελε γάρ που·
  81. τῷ νῦν μήποτε καὶ σύ, γύναι, ἀπὸ πᾶσαν ὀλέσσῃς
  82. ἀγλαΐην, τῇ νῦν γε μετὰ δμῳῇσι κέκασσαι·
  83. μή πώς τοι δέσποινα κοτεσσαμένη χαλεπήνῃ,
  84. ἢ Ὀδυσεὺς ἔλθῃ· ἔτι γὰρ καὶ ἐλπίδος αἶσα.
  85. εἰ δʼ ὁ μὲν ὣς ἀπόλωλε καὶ οὐκέτι νόστιμός ἐστιν,
  86. ἀλλʼ ἤδη παῖς τοῖος Ἀπόλλωνός γε ἕκητι,
  87. Τηλέμαχος· τὸν δʼ οὔ τις ἐνὶ μεγάροισι γυναικῶν
  88. λήθει ἀτασθάλλουσʼ, ἐπεὶ οὐκέτι τηλίκος ἐστίν.
  89. ὣς φάτο, τοῦ δʼ ἤκουσε περίφρων Πηνελόπεια,
  90. ἀμφίπολον δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
  91. πάντως, θαρσαλέη, κύον ἀδεές, οὔ τί με λήθεις
  92. ἔρδουσα μέγα ἔργον, ὃ σῇ κεφαλῇ ἀναμάξεις·
  93. πάντα γὰρ εὖ ᾔδησθʼ, ἐπεὶ ἐξ ἐμεῦ ἔκλυες αὐτῆς
  94. ὡς τὸν ξεῖνον ἔμελλον ἐνὶ μεγάροισιν ἐμοῖσιν
  95. ἀμφὶ πόσει εἴρεσθαι, ἐπεὶ πυκινῶς ἀκάχημαι.
  96. ἦ ῥα καὶ Εὐρυνόμην ταμίην πρὸς μῦθον ἔειπεν·
  97. Εὐρυνόμη, φέρε δὴ δίφρον καὶ κῶας ἐπʼ αὐτοῦ,
  98. ὄφρα καθεζόμενος εἴπῃ ἔπος ἠδʼ ἐπακούσῃ
  99. ὁ ξεῖνος ἐμέθεν· ἐθέλω δέ μιν ἐξερέεσθαι.
  100. ὣς ἔφαθʼ, ἡ δὲ μάλʼ ὀτραλέως κατέθηκε φέρουσα
  101. δίφρον ἐΰξεστον καὶ ἐπʼ αὐτῷ κῶας ἔβαλλεν·
  102. ἔνθα καθέζετʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς.
  103. τοῖσι δὲ μύθων ἦρχε περίφρων Πηνελόπεια·
  104. ξεῖνε, τὸ μέν σε πρῶτον ἐγὼν εἰρήσομαι αὐτή·
  105. τίς πόθεν εἶς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;
  106. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  107. ὦ γύναι, οὐκ ἄν τίς σε βροτῶν ἐπʼ ἀπείρονα γαῖαν
  108. νεικέοι· ἦ γάρ σευ κλέος οὐρανὸν εὐρὺν ἱκάνει,
  109. ὥς τέ τευ ἢ βασιλῆος ἀμύμονος, ὅς τε θεουδὴς
  110. ἀνδράσιν ἐν πολλοῖσι καὶ ἰφθίμοισιν ἀνάσσων
  111. εὐδικίας ἀνέχῃσι, φέρῃσι δὲ γαῖα μέλαινα
  112. πυροὺς καὶ κριθάς, βρίθῃσι δὲ δένδρεα καρπῷ,
  113. τίκτῃ δʼ ἔμπεδα μῆλα, θάλασσα δὲ παρέχῃ ἰχθῦς
  114. ἐξ εὐηγεσίης, ἀρετῶσι δὲ λαοὶ ὑπʼ αὐτοῦ.
  115. τῷ ἐμὲ νῦν τὰ μὲν ἄλλα μετάλλα σῷ ἐνὶ οἴκῳ,
  116. μηδʼ ἐμὸν ἐξερέεινε γένος καὶ πατρίδα γαῖαν,
  117. μή μοι μᾶλλον θυμὸν ἐνιπλήσῃς ὀδυνάων
  118. μνησαμένῳ μάλα δʼ εἰμὶ πολύστονος· οὐδέ τί με χρὴ
  119. οἴκῳ ἐν ἀλλοτρίῳ γοόωντά τε μυρόμενόν τε
  120. ἧσθαι, ἐπεὶ κάκιον πενθήμεναι ἄκριτον αἰεί·
  121. μή τίς μοι δμῳῶν νεμεσήσεται, ἠὲ σύ γʼ αὐτή,
  122. φῇ δὲ δακρυπλώειν βεβαρηότα με φρένας οἴνῳ.
  123. τὸν δʼ ἠμείβετʼ ἔπειτα περίφρων Πηνελόπεια·
  124. ξεῖνʼ, ἦ τοι μὲν ἐμὴν ἀρετὴν εἶδός τε δέμας τε
  125. ὤλεσαν ἀθάνατοι, ὅτε Ἴλιον εἰσανέβαινον
  126. Ἀργεῖοι, μετὰ τοῖσι δʼ ἐμὸς πόσις ᾖεν Ὀδυσσεύς
  127. εἰ κεῖνός γʼ ἐλθὼν τὸν ἐμὸν βίον ἀμφιπολεύοι,
  128. μεῖζον κε κλέος εἴη ἐμὸν καὶ κάλλιον οὕτως.
  129. νῦν δʼ ἄχομαι· τόσα γάρ μοι ἐπέσσευεν κακὰ δαίμων.
  130. ὅσσοι γὰρ νήσοισιν ἐπικρατέουσιν ἄριστοι,
  131. Δουλιχίῳ τε Σάμῃ τε καὶ ὑλήεντι Ζακύνθῳ,
  132. οἵ τʼ αὐτὴν Ἰθάκην εὐδείελον ἀμφινέμονται,
  133. οἵ μʼ ἀεκαζομένην μνῶνται, τρύχουσι δὲ οἶκον.
  134. τῷ οὔτε ξείνων ἐμπάξομαι οὔθʼ ἱκετάων
  135. οὔτε τι κηρύκων, οἳ δημιοεργοὶ ἔασιν·
  136. ἀλλʼ Ὀδυσῆ ποθέουσα φίλον κατατήκομαι ἦτορ.
  137. οἱ δὲ γάμον σπεύδουσιν· ἐγὼ δὲ δόλους τολυπεύω.
  138. φᾶρος μέν μοι πρῶτον ἐνέπνευσε φρεσὶ δαίμων,
  139. στησαμένῃ μέγαν ἱστόν, ἐνὶ μεγάροισιν ὑφαίνειν,
  140. λεπτὸν καὶ περίμετρον· ἄφαρ δʼ αὐτοῖς μετέειπον·
  141. κοῦροι, ἐμοὶ μνηστῆρες, ἐπεὶ θάνε δῖος Ὀδυσσεύς,
  142. μίμνετʼ ἐπειγόμενοι τὸν ἐμὸν γάμον, εἰς ὅ κε φᾶρος
  143. ἐκτελέσω—μή μοι μεταμώνια νήματʼ ὄληται—
  144. Λαέρτῃ ἥρωϊ ταφήϊον, εἰς ὅτε κέν μιν
  145. μοῖρʼ ὀλοὴ καθέλῃσι τανηλεγέος θανάτοιο·
  146. μή τίς μοι κατὰ δῆμον Ἀχαιϊάδων νεμεσήσῃ,
  147. αἴ κεν ἄτερ σπείρου κεῖται πολλὰ κτεατίσσας.
  148. ὣς ἐφάμην, τοῖσιν δʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ.
  149. ἔνθα καὶ ἠματίη μὲν ὑφαίνεσκον μέγαν ἱστόν,
  150. νύκτας δʼ ἀλλύεσκον, ἐπεὶ δαΐδας παραθείμην.
  151. ὣς τρίετες μὲν ἔληθον ἐγὼ καὶ ἔπειθον Ἀχαιούς·
  152. ἀλλʼ ὅτε τέτρατον ἦλθεν ἔτος καὶ ἐπήλυθον ὧραι,
  153. μηνῶν φθινόντων, περὶ δʼ ἤματα πόλλʼ ἐτελέσθη,
  154. καὶ τότε δή με διὰ δμῳάς, κύνας οὐκ ἀλεγούσας,
  155. εἷλον ἐπελθόντες καὶ ὁμόκλησαν ἐπέεσσιν.
  156. ὣς τὸ μὲν ἐξετέλεσσα, καὶ οὐκ ἐθέλουσʼ, ὑπʼ ἀνάγκης·
  157. νῦν δʼ οὔτʼ ἐκφυγέειν δύναμαι γάμον οὔτε τινʼ ἄλλην
  158. μῆτιν ἔθʼ εὑρίσκω· μάλα δʼ ὀτρύνουσι τοκῆες
  159. γήμασθʼ, ἀσχαλάᾳ δὲ πάϊς βίοτον κατεδόντων,
  160. γιγνώσκων· ἤδη γὰρ ἀνὴρ οἶός τε μάλιστα
  161. οἴκου κήδεσθαι, τῷ τε Ζεὺς κῦδος ὀπάζει.
  162. ἀλλὰ καὶ ὥς μοι εἰπὲ τεὸν γένος, ὁππόθεν ἐσσί.
  163. οὐ γὰρ ἀπὸ δρυός ἐσσι παλαιφάτου οὐδʼ ἀπὸ πέτρης.
  164. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  165. ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος,
  166. οὐκέτʼ ἀπολλήξεις τὸν ἐμὸν γόνον ἐξερέουσα;
  167. ἀλλʼ ἔκ τοι ἐρέω· ἦ μέν μʼ ἀχέεσσί γε δώσεις
  168. πλείοσιν ἢ ἔχομαι· ἡ γὰρ δίκη, ὁππότε πάτρης
  169. ἧς ἀπέῃσιν ἀνὴρ τόσσον χρόνον ὅσσον ἐγὼ νῦν,
  170. πολλὰ βροτῶν ἐπὶ ἄστεʼ ἀλώμενος, ἄλγεα πάσχων·
  171. ἀλλὰ καὶ ὣς ἐρέω ὅ μʼ ἀνείρεαι ἠδὲ μεταλλᾷς.
  172. Κρήτη τις γαῖʼ ἔστι, μέσῳ ἐνὶ οἴνοπι πόντῳ,
  173. καλὴ καὶ πίειρα, περίρρυτος· ἐν δʼ ἄνθρωποι
  174. πολλοί, ἀπειρέσιοι, καὶ ἐννήκοντα πόληες.
  175. ἄλλη δʼ ἄλλων γλῶσσα μεμιγμένη· ἐν μὲν Ἀχαιοί,
  176. ἐν δʼ Ἐτεόκρητες μεγαλήτορες, ἐν δὲ Κύδωνες,
  177. Δωριέες τε τριχάϊκες δῖοί τε Πελασγοί.
  178. τῇσι δʼ ἐνὶ Κνωσός, μεγάλη πόλις, ἔνθα τε Μίνως
  179. ἐννέωρος βασίλευε Διὸς μεγάλου ὀαριστής,
  180. πατρὸς ἐμοῖο πατήρ, μεγαθύμου Δευκαλίωνος
  181. Δευκαλίων δʼ ἐμὲ τίκτε καὶ Ἰδομενῆα ἄνακτα·
  182. ἀλλʼ ὁ μὲν ἐν νήεσσι κορωνίσιν Ἴλιον ἴσω
  183. ᾤχεθʼ ἅμʼ Ἀτρείδῃσιν, ἐμοὶ δʼ ὄνομα κλυτὸν Αἴθων,
  184. ὁπλότερος γενεῇ· ὁ δʼ ἄρα πρότερος καὶ ἀρείων.
  185. ἔνθʼ Ὀδυσῆα ἐγὼν ἰδόμην καὶ ξείνια δῶκα.
  186. καὶ γὰρ τὸν Κρήτηνδε κατήγαγεν ἲς ἀνέμοιο,
  187. ἱέμενον Τροίηνδε παραπλάγξασα Μαλειῶν·
  188. στῆσε δʼ ἐν Ἀμνισῷ, ὅθι τε σπέος Εἰλειθυίης,
  189. ἐν λιμέσιν χαλεποῖσι, μόγις δʼ ὑπάλυξεν ἀέλλας.
  190. αὐτίκα δʼ Ἰδομενῆα μετάλλα ἄστυδʼ ἀνελθών·
  191. ξεῖνον γάρ οἱ ἔφασκε φίλον τʼ ἔμεν αἰδοῖόν τε.
  192. τῷ δʼ ἤδη δεκάτη ἢ ἑνδεκάτη πέλεν ἠὼς
  193. οἰχομένῳ σὺν νηυσὶ κορωνίσιν Ἴλιον εἴσω.
  194. τὸν μὲν ἐγὼ πρὸς δώματʼ ἄγων ἐῢ ἐξείνισσα,
  195. ἐνδυκέως φιλέων, πολλῶν κατὰ οἶκον ἐόντων·
  196. καί οἱ τοῖς ἄλλοις ἑτάροις, οἳ ἅμʼ αὐτῷ ἕποντο,
  197. δημόθεν ἄλφιτα δῶκα καὶ αἴθοπα οἶνον ἀγείρας
  198. καὶ βοῦς ἱρεύσασθαι, ἵνα πλησαίατο θυμόν.
  199. ἔνθα δυώδεκα μὲν μένον ἤματα δῖοι Ἀχαιοί·
  200. εἴλει γὰρ Βορέης ἄνεμος μέγας οὐδʼ ἐπὶ γαίῃ
  201. εἴα ἵστασθαι, χαλεπὸς δέ τις ὤρορε δαίμων.
  202. τῇ τρισκαιδεκάτῃ δʼ ἄνεμος πέσε, τοὶ δʼ ἀνάγοντο.
  203. ἴσκε ψεύδεα πολλὰ λέγων ἐτύμοισιν ὁμοῖα·
  204. τῆς δʼ ἄρʼ ἀκουούσης ῥέε δάκρυα, τήκετο δὲ χρώς·
  205. ὡς δὲ χιὼν κατατήκετʼ ἐν ἀκροπόλοισιν ὄρεσσιν,
  206. ἥν τʼ Εὖρος κατέτηξεν, ἐπὴν Ζέφυρος καταχεύῃ·
  207. τηκομένης δʼ ἄρα τῆς ποταμοὶ πλήθουσι ῥέοντες·
  208. ὣς τῆς τήκετο καλὰ παρήϊα δάκρυ χεούσης,
  209. κλαιούσης ἑὸν ἄνδρα παρήμενον. αὐτὰρ Ὀδυσσεὺς
  210. θυμῷ μὲν γοόωσαν ἑὴν ἐλέαιρε γυναῖκα,
  211. ὀφθαλμοὶ δʼ ὡς εἰ κέρα ἕστασαν ἠὲ σίδηρος
  212. ἀτρέμας ἐν βλεφάροισι· δόλῳ δʼ ὅ γε δάκρυα κεῦθεν.
  213. ἡ δʼ ἐπεὶ οὖν τάρφθη πολυδακρύτοιο γόοιο,
  214. ἐξαῦτίς μιν ἔπεσσιν ἀμειβομένη προσέειπε·
  215. νῦν μὲν δή σευ, ξεῖνέ γʼ, ὀΐω πειρήσεσθαι,
  216. εἰ ἐτεὸν δὴ κεῖθι σὺν ἀντιθέοις ἑτάροισι
  217. ξείνισας ἐν μεγάροισιν ἐμὸν πόσιν, ὡς ἀγορεύεις.
  218. εἰπέ μοι ὁπποῖʼ ἄσσα περὶ χροῒ εἵματα ἕστο,
  219. αὐτός θʼ οἷος ἔην, καὶ ἑταίρους, οἵ οἱ ἕποντο.
  220. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  221. ὦ γύναι, ἀργαλέον τόσσον χρόνον ἀμφὶς ἐόντα
  222. εἰπέμεν· ἤδη γάρ οἱ ἐεικοστὸν ἔτος ἐστὶν
  223. ἐξ οὗ κεῖθεν ἔβη καὶ ἐμῆς ἀπελήλυθε πάτρης·
  224. αὐτάρ τοι ἐρέω ὥς μοι ἰνδάλλεται ἦτορ.
  225. χλαῖναν πορφυρέην οὔλην ἔχε δῖος Ὀδυσσεύς,