Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. βοῦς ἱερεύοντες καὶ ὄϊς καὶ πίονας αἶγας,
  2. εἰλαπινάζουσιν πίνουσί τε αἴθοπα οἶνον,
  3. μαψιδίως· τὰ δὲ πολλὰ κατάνεται. οὐ γὰρ ἔπʼ ἀνήρ,
  4. οἷος Ὀδυσσεὺς ἔσκεν, ἀρὴν ἀπὸ οἴκου ἀμῦναι.
  5. εἰ δʼ Ὀδυσεὺς ἔλθοι καὶ ἵκοιτʼ ἐς πατρίδα γαῖαν,
  6. αἶψά κε σὺν ᾧ παιδὶ βίας ἀποτίσεται ἀνδρῶν.
  7. ὣς φάτο, Τηλέμαχος δὲ μέγʼ ἔπταρεν, ἀμφὶ δὲ δῶμα
  8. σμερδαλέον κονάβησε· γέλασσε δὲ Πηνελόπεια,
  9. αἶψα δʼ ἄρʼ Εὔμαιον ἔπεα πτερόεντα προσηύδα·