Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. οἱ δʼ εἰς ἡμέτερον πωλεύμενοι ἤματα πάντα,
  2. βοῦς ἱερεύοντες καὶ ὄϊς καὶ πίονας αἶγας,
  3. εἰλαπινάζουσιν πίνουσί τε αἴθοπα οἶνον,
  4. μαψιδίως· τὰ δὲ πολλὰ κατάνεται. οὐ γὰρ ἔπʼ ἀνήρ,
  5. οἷος Ὀδυσσεὺς ἔσκεν, ἀρὴν ἀπὸ οἴκου ἀμῦναι.
  6. εἰ δʼ Ὀδυσεὺς ἔλθοι καὶ ἵκοιτʼ ἐς πατρίδα γαῖαν,
  7. αἶψά κε σὺν ᾧ παιδὶ βίας ἀποτίσεται ἀνδρῶν.
  8. ὣς φάτο, Τηλέμαχος δὲ μέγʼ ἔπταρεν, ἀμφὶ δὲ δῶμα
  9. σμερδαλέον κονάβησε· γέλασσε δὲ Πηνελόπεια,
  10. αἶψα δʼ ἄρʼ Εὔμαιον ἔπεα πτερόεντα προσηύδα·
  11. ἔρχεό μοι, τὸν ξεῖνον ἐναντίον ὧδε κάλεσσον.
  12. οὐχ ὁράᾳς ὅ μοι υἱὸς ἐπέπταρε πᾶσιν ἔπεσσι;
  13. τῷ κε καὶ οὐκ ἀτελὴς θάνατος μνηστῆρσι γένοιτο
  14. πᾶσι μάλʼ, οὐδέ κέ τις θάνατον καὶ κῆρας ἀλύξει.
  15. ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·
  16. αἴ κʼ αὐτὸν γνώω νημερτέα πάντʼ ἐνέποντα,
  17. ἕσσω μιν χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά.