Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τοῦ δʼ ἄμοτον μεμάασιν ἀκουέμεν, ὁππότʼ ἀείδῃ·
  2. ὣς ἐμὲ κεῖνος ἔθελγε παρήμενος ἐν μεγάροισι.
  3. φησὶ δʼ Ὀδυσσῆος ξεῖνος πατρώϊος εἶναι,
  4. Κρήτῃ ναιετάων, ὅθι Μίνωος γένος ἐστίν.
  5. ἔνθεν δὴ νῦν δεῦρο τόδʼ ἵκετο πήματα πάσχων,
  6. προπροκυλινδόμενος· στεῦται δʼ Ὀδυσῆος ἀκοῦσαι,
  7. ἀγχοῦ, Θεσπρωτῶν ἀνδρῶν ἐν πίονι δήμῳ,
  8. ζωοῦ· πολλὰ δʼ ἄγει κειμήλια ὅνδε δόμονδε.
  9. τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·