Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἐν κλισίῃ· πρῶτον γὰρ ἔμʼ ἵκετο νηὸς ἀποδράς·
  2. ἀλλʼ οὔ πω κακότητα διήνυσεν ἣν ἀγορεύων.
  3. ὡς δʼ ὅτʼ ἀοιδὸν ἀνὴρ ποτιδέρκεται, ὅς τε θεῶν ἒξ
  4. ἀείδει δεδαὼς ἔπεʼ ἱμερόεντα βροτοῖσι,
  5. τοῦ δʼ ἄμοτον μεμάασιν ἀκουέμεν, ὁππότʼ ἀείδῃ·
  6. ὣς ἐμὲ κεῖνος ἔθελγε παρήμενος ἐν μεγάροισι.
  7. φησὶ δʼ Ὀδυσσῆος ξεῖνος πατρώϊος εἶναι,
  8. Κρήτῃ ναιετάων, ὅθι Μίνωος γένος ἐστίν.
  9. ἔνθεν δὴ νῦν δεῦρο τόδʼ ἵκετο πήματα πάσχων,
  10. προπροκυλινδόμενος· στεῦται δʼ Ὀδυσῆος ἀκοῦσαι,
  11. ἀγχοῦ, Θεσπρωτῶν ἀνδρῶν ἐν πίονι δήμῳ,
  12. ζωοῦ· πολλὰ δʼ ἄγει κειμήλια ὅνδε δόμονδε.
  13. τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
  14. ἔρχεο, δεῦρο κάλεσσον, ἵνʼ ἀντίον αὐτὸς ἐνίσπῃ.
  15. οὗτοι δʼ ἠὲ θύρῃσι καθήμενοι ἑψιαάσθων.
  16. ἢ αὐτοῦ κατὰ δώματʼ, ἐπεί σφισι θυμὸς ἐΰφρων.
  17. αὐτῶν μὲν γὰρ κτήματʼ ἀκήρατα κεῖτʼ ἐνὶ οἴκῳ,
  18. σῖτος καὶ μέθυ ἡδύ· τὰ μὲν οἰκῆες ἔδουσιν,
  19. οἱ δʼ εἰς ἡμέτερον πωλεύμενοι ἤματα πάντα,
  20. βοῦς ἱερεύοντες καὶ ὄϊς καὶ πίονας αἶγας,
  21. εἰλαπινάζουσιν πίνουσί τε αἴθοπα οἶνον,
  22. μαψιδίως· τὰ δὲ πολλὰ κατάνεται. οὐ γὰρ ἔπʼ ἀνήρ,
  23. οἷος Ὀδυσσεὺς ἔσκεν, ἀρὴν ἀπὸ οἴκου ἀμῦναι.
  24. εἰ δʼ Ὀδυσεὺς ἔλθοι καὶ ἵκοιτʼ ἐς πατρίδα γαῖαν,
  25. αἶψά κε σὺν ᾧ παιδὶ βίας ἀποτίσεται ἀνδρῶν.
  26. ὣς φάτο, Τηλέμαχος δὲ μέγʼ ἔπταρεν, ἀμφὶ δὲ δῶμα
  27. σμερδαλέον κονάβησε· γέλασσε δὲ Πηνελόπεια,
  28. αἶψα δʼ ἄρʼ Εὔμαιον ἔπεα πτερόεντα προσηύδα·
  29. ἔρχεό μοι, τὸν ξεῖνον ἐναντίον ὧδε κάλεσσον.
  30. οὐχ ὁράᾳς ὅ μοι υἱὸς ἐπέπταρε πᾶσιν ἔπεσσι;
  31. τῷ κε καὶ οὐκ ἀτελὴς θάνατος μνηστῆρσι γένοιτο
  32. πᾶσι μάλʼ, οὐδέ κέ τις θάνατον καὶ κῆρας ἀλύξει.
  33. ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·
  34. αἴ κʼ αὐτὸν γνώω νημερτέα πάντʼ ἐνέποντα,
  35. ἕσσω μιν χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά.
  36. ὣς φάτο, βῆ δὲ συφορβός, ἐπεὶ τὸν μῦθον ἄκουσεν·
  37. ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·
  38. ξεῖνε πάτερ, καλέει σε περίφρων Πηνελόπεια,
  39. μήτηρ Τηλεμάχοιο· μεταλλῆσαί τί ἑ θυμὸς
  40. ἀμφὶ πόσει κέλεται, καὶ κήδεά περ πεπαθυίῃ.
  41. εἰ δέ κέ σε γνώῃ νημερτέα πάντʼ ἐνέποντα,
  42. ἕσσει σε χλαῖνάν τε χιτῶνά τε, τῶν σὺ μάλιστα