οἷʼ ὅ γε μυθεῖται, θέλγοιτό κέ τοι φίλον ἦτορ.τρεῖς γὰρ δή μιν νύκτας ἔχον, τρία δʼ ἤματʼ ἔρυξαἐν κλισίῃ· πρῶτον γὰρ ἔμʼ ἵκετο νηὸς ἀποδράς·ἀλλʼ οὔ πω κακότητα διήνυσεν ἣν ἀγορεύων.ὡς δʼ ὅτʼ ἀοιδὸν ἀνὴρ ποτιδέρκεται, ὅς τε θεῶν ἒξἀείδει δεδαὼς ἔπεʼ ἱμερόεντα βροτοῖσι,τοῦ δʼ ἄμοτον μεμάασιν ἀκουέμεν, ὁππότʼ ἀείδῃ·ὣς ἐμὲ κεῖνος ἔθελγε παρήμενος ἐν μεγάροισι.φησὶ δʼ Ὀδυσσῆος ξεῖνος πατρώϊος εἶναι,Κρήτῃ ναιετάων, ὅθι Μίνωος γένος ἐστίν.ἔνθεν δὴ νῦν δεῦρο τόδʼ ἵκετο πήματα πάσχων,προπροκυλινδόμενος· στεῦται δʼ Ὀδυσῆος ἀκοῦσαι,ἀγχοῦ, Θεσπρωτῶν ἀνδρῶν ἐν πίονι δήμῳ,