Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • οἷʼ ὅ γε μυθεῖται, θέλγοιτό κέ τοι φίλον ἦτορ.
  • τρεῖς γὰρ δή μιν νύκτας ἔχον, τρία δʼ ἤματʼ ἔρυξα
  • ἐν κλισίῃ· πρῶτον γὰρ ἔμʼ ἵκετο νηὸς ἀποδράς·
  • ἀλλʼ οὔ πω κακότητα διήνυσεν ἣν ἀγορεύων.
  • ὡς δʼ ὅτʼ ἀοιδὸν ἀνὴρ ποτιδέρκεται, ὅς τε θεῶν ἒξ
  • ἀείδει δεδαὼς ἔπεʼ ἱμερόεντα βροτοῖσι,
  • τοῦ δʼ ἄμοτον μεμάασιν ἀκουέμεν, ὁππότʼ ἀείδῃ·
  • ὣς ἐμὲ κεῖνος ἔθελγε παρήμενος ἐν μεγάροισι.
  • φησὶ δʼ Ὀδυσσῆος ξεῖνος πατρώϊος εἶναι,
  • Κρήτῃ ναιετάων, ὅθι Μίνωος γένος ἐστίν.
  • ἔνθεν δὴ νῦν δεῦρο τόδʼ ἵκετο πήματα πάσχων,