Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. Ἀντίνοος δὲ μάλιστα μελαίνῃ κηρὶ ἔοικε.
  2. ξεῖνός τις δύστηνος ἀλητεύει κατὰ δῶμα
  3. ἀνέρας αἰτίζων· ἀχρημοσύνη γὰρ ἀνώγει·
  4. ἔνθʼ ἄλλοι μὲν πάντες ἐνέπλησάν τʼ ἔδοσάν τε,
  5. οὗτος δὲ θρήνυι πρυμνὸν βάλε δεξιὸν ὦμον.
  6. ἡ μὲν ἄρʼ ὣς ἀγόρευε μετὰ δμῳῇσι γυναιξίν,
  7. ἡμένη ἐν θαλάμῳ· ὁ δʼ ἐδείπνεε δῖος Ὀδυσσεύς·
  8. ἡ δʼ ἐπὶ οἷ καλέσασα προσηύδα δῖον ὑφορβόν·