Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. οὐκ ἄν τις τούτων γε ἐΰθρονον Ἠῶ ἵκοιτο.
  2. τὴν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
  3. μαῖʼ, ἐχθροὶ μὲν πάντες, ἐπεὶ κακὰ μηχανόωνται·
  4. Ἀντίνοος δὲ μάλιστα μελαίνῃ κηρὶ ἔοικε.
  5. ξεῖνός τις δύστηνος ἀλητεύει κατὰ δῶμα
  6. ἀνέρας αἰτίζων· ἀχρημοσύνη γὰρ ἀνώγει·
  7. ἔνθʼ ἄλλοι μὲν πάντες ἐνέπλησάν τʼ ἔδοσάν τε,
  8. οὗτος δὲ θρήνυι πρυμνὸν βάλε δεξιὸν ὦμον.
  9. ἡ μὲν ἄρʼ ὣς ἀγόρευε μετὰ δμῳῇσι γυναιξίν,
  10. ἡμένη ἐν θαλάμῳ· ὁ δʼ ἐδείπνεε δῖος Ὀδυσσεύς·
  11. ἡ δʼ ἐπὶ οἷ καλέσασα προσηύδα δῖον ὑφορβόν·
  12. ἔρχεο, δῖʼ Εὔμαιε, κιὼν τὸν ξεῖνον ἄνωχθι
  13. ἐλθέμεν, ὄφρα τί μιν προσπτύξομαι ἠδʼ ἐρέωμαι
  14. εἴ που Ὀδυσσῆος ταλασίφρονος ἠὲ πέπυσται
  15. ἢ ἴδεν ὀφθαλμοῖσι· πολυπλάγκτῳ γὰρ ἔοικε.
  16. τὴν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα
  17. εἰ γάρ τοι, βασίλεια, σιωπήσειαν Ἀχαιοί·
  18. οἷʼ ὅ γε μυθεῖται, θέλγοιτό κέ τοι φίλον ἦτορ.
  19. τρεῖς γὰρ δή μιν νύκτας ἔχον, τρία δʼ ἤματʼ ἔρυξα
  20. ἐν κλισίῃ· πρῶτον γὰρ ἔμʼ ἵκετο νηὸς ἀποδράς·
  21. ἀλλʼ οὔ πω κακότητα διήνυσεν ἣν ἀγορεύων.
  22. ὡς δʼ ὅτʼ ἀοιδὸν ἀνὴρ ποτιδέρκεται, ὅς τε θεῶν ἒξ
  23. ἀείδει δεδαὼς ἔπεʼ ἱμερόεντα βροτοῖσι,
  24. τοῦ δʼ ἄμοτον μεμάασιν ἀκουέμεν, ὁππότʼ ἀείδῃ·
  25. ὣς ἐμὲ κεῖνος ἔθελγε παρήμενος ἐν μεγάροισι.
  26. φησὶ δʼ Ὀδυσσῆος ξεῖνος πατρώϊος εἶναι,
  27. Κρήτῃ ναιετάων, ὅθι Μίνωος γένος ἐστίν.
  28. ἔνθεν δὴ νῦν δεῦρο τόδʼ ἵκετο πήματα πάσχων,
  29. προπροκυλινδόμενος· στεῦται δʼ Ὀδυσῆος ἀκοῦσαι,
  30. ἀγχοῦ, Θεσπρωτῶν ἀνδρῶν ἐν πίονι δήμῳ,
  31. ζωοῦ· πολλὰ δʼ ἄγει κειμήλια ὅνδε δόμονδε.