Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τοῦ δʼ ὡς οὖν ἤκουσε περίφρων Πηνελόπεια
  2. βλημένου ἐν μεγάρῳ, μετʼ ἄρα δμῳῇσιν ἔειπεν·
  3. αἴθʼ οὕτως αὐτόν σε βάλοι κλυτότοξος Ἀπόλλων.
  4. τὴν δʼ αὖτʼ Εὐρυνόμη ταμίη πρὸς μῦθον ἔειπεν·
  5. εἰ γὰρ ἐπʼ ἀρῇσιν τέλος ἡμετέρῃσι γένοιτο·
  6. οὐκ ἄν τις τούτων γε ἐΰθρονον Ἠῶ ἵκοιτο.
  7. τὴν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
  8. μαῖʼ, ἐχθροὶ μὲν πάντες, ἐπεὶ κακὰ μηχανόωνται·
  9. Ἀντίνοος δὲ μάλιστα μελαίνῃ κηρὶ ἔοικε.
  10. ξεῖνός τις δύστηνος ἀλητεύει κατὰ δῶμα
  11. ἀνέρας αἰτίζων· ἀχρημοσύνη γὰρ ἀνώγει·