Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἀνθρώπων ὕβριν τε καὶ εὐνομίην ἐφορῶντες.
  2. ὣς ἄρʼ ἔφαν μνηστῆρες, ὁ δʼ οὐκ ἐμπάζετο μύθων.
  3. Τηλέμαχος δʼ ἐν μὲν κραδίῃ μέγα πένθος ἄεξε
  4. βλημένου, οὐδʼ ἄρα δάκρυ χαμαὶ βάλεν ἐκ βλεφάροιϊν,
  5. ἀλλʼ ἀκέων κίνησε κάρη, κακὰ βυσσοδομεύων.
  6. τοῦ δʼ ὡς οὖν ἤκουσε περίφρων Πηνελόπεια
  7. βλημένου ἐν μεγάρῳ, μετʼ ἄρα δμῳῇσιν ἔειπεν·