Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. οὐλόμενʼ, εἰ δή πού τις ἐπουράνιος θεός ἐστιν.
  2. καί τε θεοὶ ξείνοισιν ἐοικότες ἀλλοδαποῖσι,
  3. παντοῖοι τελέθοντες, ἐπιστρωφῶσι πόληας,
  4. ἀνθρώπων ὕβριν τε καὶ εὐνομίην ἐφορῶντες.
  5. ὣς ἄρʼ ἔφαν μνηστῆρες, ὁ δʼ οὐκ ἐμπάζετο μύθων.
  6. Τηλέμαχος δʼ ἐν μὲν κραδίῃ μέγα πένθος ἄεξε
  7. βλημένου, οὐδʼ ἄρα δάκρυ χαμαὶ βάλεν ἐκ βλεφάροιϊν,
  8. ἀλλʼ ἀκέων κίνησε κάρη, κακὰ βυσσοδομεύων.