Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ὑπερφιάλως νεμέσησαν·
  2. ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων·
  3. Ἀντίνοʼ, οὐ μὲν κάλʼ ἔβαλες δύστηνον ἀλήτην,
  4. οὐλόμενʼ, εἰ δή πού τις ἐπουράνιος θεός ἐστιν.
  5. καί τε θεοὶ ξείνοισιν ἐοικότες ἀλλοδαποῖσι,
  6. παντοῖοι τελέθοντες, ἐπιστρωφῶσι πόληας,
  7. ἀνθρώπων ὕβριν τε καὶ εὐνομίην ἐφορῶντες.
  8. ὣς ἄρʼ ἔφαν μνηστῆρες, ὁ δʼ οὐκ ἐμπάζετο μύθων.
  9. Τηλέμαχος δʼ ἐν μὲν κραδίῃ μέγα πένθος ἄεξε
  10. βλημένου, οὐδʼ ἄρα δάκρυ χαμαὶ βάλεν ἐκ βλεφάροιϊν,
  11. ἀλλʼ ἀκέων κίνησε κάρη, κακὰ βυσσοδομεύων.
  12. τοῦ δʼ ὡς οὖν ἤκουσε περίφρων Πηνελόπεια
  13. βλημένου ἐν μεγάρῳ, μετʼ ἄρα δμῳῇσιν ἔειπεν·
  14. αἴθʼ οὕτως αὐτόν σε βάλοι κλυτότοξος Ἀπόλλων.
  15. τὴν δʼ αὖτʼ Εὐρυνόμη ταμίη πρὸς μῦθον ἔειπεν·
  16. εἰ γὰρ ἐπʼ ἀρῇσιν τέλος ἡμετέρῃσι γένοιτο·
  17. οὐκ ἄν τις τούτων γε ἐΰθρονον Ἠῶ ἵκοιτο.
  18. τὴν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
  19. μαῖʼ, ἐχθροὶ μὲν πάντες, ἐπεὶ κακὰ μηχανόωνται·
  20. Ἀντίνοος δὲ μάλιστα μελαίνῃ κηρὶ ἔοικε.