Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἀλλʼ εἴ που πτωχῶν γε θεοὶ καὶ Ἐρινύες εἰσίν,
  2. Ἀντίνοον πρὸ γάμοιο τέλος θανάτοιο κιχείη.
  3. τὸν δʼ αὖτʼ Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός·
  4. ἔσθιʼ ἕκηλος, ξεῖνε, καθήμενος, ἢ ἄπιθʼ ἄλλῃ,
  5. μή σε νέοι διὰ δώματʼ ἐρύσσωσʼ, οἷʼ ἀγορεύεις,
  6. ἢ ποδὸς ἢ καὶ χειρός, ἀποδρύψωσι δὲ πάντα.
  7. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ὑπερφιάλως νεμέσησαν·
  8. ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων·
  9. Ἀντίνοʼ, οὐ μὲν κάλʼ ἔβαλες δύστηνον ἀλήτην,