Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. σίτου ἀποπροελὼν δόμεναι· τὰ δὲ πολλὰ πάρεστιν.
  2. ὣς ἔφατʼ, Ἀντίνοος δʼ ἐχολώσατο κηρόθι μᾶλλον,
  3. καί μιν ὑπόδρα ἰδὼν ἔπεα πτερόεντα προσηύδα·
  4. νῦν δή σʼ οὐκέτι καλὰ διὲκ μεγάροιό γʼ ὀΐω
  5. ἂψ ἀναχωρήσειν, ὅτε δὴ καὶ ὀνείδεα βάζεις.