Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἀλλοτρίων χαρίσασθαι, ἐπεὶ πάρα πολλὰ ἑκάστῳ.
  2. τὸν δʼ ἀναχωρήσας προσέφη πολύμητις Ὀδυσσεύς·
  3. ὢ πόποι, οὐκ ἄρα σοί γʼ ἐπὶ εἴδεϊ καὶ φρένες ἦσαν·
  4. οὐ σύ γʼ ἂν ἐξ οἴκου σῷ ἐπιστάτῃ οὐδʼ ἅλα δοίης,
  5. ὃς νῦν ἀλλοτρίοισι παρήμενος οὔ τί μοι ἔτλης
  6. σίτου ἀποπροελὼν δόμεναι· τὰ δὲ πολλὰ πάρεστιν.
  7. ὣς ἔφατʼ, Ἀντίνοος δʼ ἐχολώσατο κηρόθι μᾶλλον,
  8. καί μιν ὑπόδρα ἰδὼν ἔπεα πτερόεντα προσηύδα·
  9. νῦν δή σʼ οὐκέτι καλὰ διὲκ μεγάροιό γʼ ὀΐω
  10. ἂψ ἀναχωρήσειν, ὅτε δὴ καὶ ὀνείδεα βάζεις.
  11. ὣς ἄρʼ ἔφη, καὶ θρῆνυν ἑλὼν βάλε δεξιὸν ὦμον,
  12. πρυμνότατον κατὰ νῶτον· ὁ δʼ ἐστάθη ἠΰτε πέτρη
  13. ἔμπεδον, οὐδʼ ἄρα μιν σφῆλεν βέλος Ἀντινόοιο,
  14. ἀλλʼ ἀκέων κίνησε κάρη, κακὰ βυσσοδομεύων.
  15. ἂψ δʼ ὅ γʼ ἐπʼ οὐδὸν ἰὼν κατʼ ἄρʼ ἕζετο, κὰδ δʼ ἄρα πήρην
  16. θῆκεν ἐϋπλείην, μετὰ δὲ μνηστῆρσιν ἔειπε·
  17. κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης,
  18. ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
  19. οὐ μὰν οὔτʼ ἄχος ἐστὶ μετὰ φρεσὶν οὔτε τι πένθος,
  20. ὁππότʼ ἀνὴρ περὶ οἷσι μαχειόμενος κτεάτεσσι
  21. βλήεται, ἢ περὶ βουσὶν ἢ ἀργεννῇς ὀΐεσσιν·
  22. αὐτὰρ ἔμʼ Ἀντίνοος βάλε γαστέρος εἵνεκα λυγρῆς,
  23. οὐλομένης, ἣ πολλὰ κάκʼ ἀνθρώποισι δίδωσιν.
  24. ἀλλʼ εἴ που πτωχῶν γε θεοὶ καὶ Ἐρινύες εἰσίν,
  25. Ἀντίνοον πρὸ γάμοιο τέλος θανάτοιο κιχείη.
  26. τὸν δʼ αὖτʼ Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός·
  27. ἔσθιʼ ἕκηλος, ξεῖνε, καθήμενος, ἢ ἄπιθʼ ἄλλῃ,
  28. μή σε νέοι διὰ δώματʼ ἐρύσσωσʼ, οἷʼ ἀγορεύεις,
  29. ἢ ποδὸς ἢ καὶ χειρός, ἀποδρύψωσι δὲ πάντα.
  30. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ὑπερφιάλως νεμέσησαν·
  31. ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων·
  32. Ἀντίνοʼ, οὐ μὲν κάλʼ ἔβαλες δύστηνον ἀλήτην,
  33. οὐλόμενʼ, εἰ δή πού τις ἐπουράνιος θεός ἐστιν.
  34. καί τε θεοὶ ξείνοισιν ἐοικότες ἀλλοδαποῖσι,
  35. παντοῖοι τελέθοντες, ἐπιστρωφῶσι πόληας,
  36. ἀνθρώπων ὕβριν τε καὶ εὐνομίην ἐφορῶντες.
  37. ὣς ἄρʼ ἔφαν μνηστῆρες, ὁ δʼ οὐκ ἐμπάζετο μύθων.
  38. Τηλέμαχος δʼ ἐν μὲν κραδίῃ μέγα πένθος ἄεξε
  39. βλημένου, οὐδʼ ἄρα δάκρυ χαμαὶ βάλεν ἐκ βλεφάροιϊν,
  40. ἀλλʼ ἀκέων κίνησε κάρη, κακὰ βυσσοδομεύων.
  41. τοῦ δʼ ὡς οὖν ἤκουσε περίφρων Πηνελόπεια
  42. βλημένου ἐν μεγάρῳ, μετʼ ἄρα δμῳῇσιν ἔειπεν·
  43. αἴθʼ οὕτως αὐτόν σε βάλοι κλυτότοξος Ἀπόλλων.
  44. τὴν δʼ αὖτʼ Εὐρυνόμη ταμίη πρὸς μῦθον ἔειπεν·
  45. εἰ γὰρ ἐπʼ ἀρῇσιν τέλος ἡμετέρῃσι γένοιτο·
  46. οὐκ ἄν τις τούτων γε ἐΰθρονον Ἠῶ ἵκοιτο.
  47. τὴν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
  48. μαῖʼ, ἐχθροὶ μὲν πάντες, ἐπεὶ κακὰ μηχανόωνται·
  49. Ἀντίνοος δὲ μάλιστα μελαίνῃ κηρὶ ἔοικε.
  50. ξεῖνός τις δύστηνος ἀλητεύει κατὰ δῶμα
  51. ἀνέρας αἰτίζων· ἀχρημοσύνη γὰρ ἀνώγει·
  52. ἔνθʼ ἄλλοι μὲν πάντες ἐνέπλησάν τʼ ἔδοσάν τε,
  53. οὗτος δὲ θρήνυι πρυμνὸν βάλε δεξιὸν ὦμον.
  54. ἡ μὲν ἄρʼ ὣς ἀγόρευε μετὰ δμῳῇσι γυναιξίν,
  55. ἡμένη ἐν θαλάμῳ· ὁ δʼ ἐδείπνεε δῖος Ὀδυσσεύς·
  56. ἡ δʼ ἐπὶ οἷ καλέσασα προσηύδα δῖον ὑφορβόν·
  57. ἔρχεο, δῖʼ Εὔμαιε, κιὼν τὸν ξεῖνον ἄνωχθι
  58. ἐλθέμεν, ὄφρα τί μιν προσπτύξομαι ἠδʼ ἐρέωμαι
  59. εἴ που Ὀδυσσῆος ταλασίφρονος ἠὲ πέπυσται
  60. ἢ ἴδεν ὀφθαλμοῖσι· πολυπλάγκτῳ γὰρ ἔοικε.
  61. τὴν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα
  62. εἰ γάρ τοι, βασίλεια, σιωπήσειαν Ἀχαιοί·
  63. οἷʼ ὅ γε μυθεῖται, θέλγοιτό κέ τοι φίλον ἦτορ.
  64. τρεῖς γὰρ δή μιν νύκτας ἔχον, τρία δʼ ἤματʼ ἔρυξα
  65. ἐν κλισίῃ· πρῶτον γὰρ ἔμʼ ἵκετο νηὸς ἀποδράς·
  66. ἀλλʼ οὔ πω κακότητα διήνυσεν ἣν ἀγορεύων.
  67. ὡς δʼ ὅτʼ ἀοιδὸν ἀνὴρ ποτιδέρκεται, ὅς τε θεῶν ἒξ
  68. ἀείδει δεδαὼς ἔπεʼ ἱμερόεντα βροτοῖσι,
  69. τοῦ δʼ ἄμοτον μεμάασιν ἀκουέμεν, ὁππότʼ ἀείδῃ·
  70. ὣς ἐμὲ κεῖνος ἔθελγε παρήμενος ἐν μεγάροισι.
  71. φησὶ δʼ Ὀδυσσῆος ξεῖνος πατρώϊος εἶναι,
  72. Κρήτῃ ναιετάων, ὅθι Μίνωος γένος ἐστίν.
  73. ἔνθεν δὴ νῦν δεῦρο τόδʼ ἵκετο πήματα πάσχων,
  74. προπροκυλινδόμενος· στεῦται δʼ Ὀδυσῆος ἀκοῦσαι,
  75. ἀγχοῦ, Θεσπρωτῶν ἀνδρῶν ἐν πίονι δήμῳ,
  76. ζωοῦ· πολλὰ δʼ ἄγει κειμήλια ὅνδε δόμονδε.
  77. τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
  78. ἔρχεο, δεῦρο κάλεσσον, ἵνʼ ἀντίον αὐτὸς ἐνίσπῃ.
  79. οὗτοι δʼ ἠὲ θύρῃσι καθήμενοι ἑψιαάσθων.