Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἑξείης πάντεσσι παρίστασαι· οἱ δὲ διδοῦσι
  2. μαψιδίως, ἐπεὶ οὔ τις ἐπίσχεσις οὐδʼ ἐλεητὺς
  3. ἀλλοτρίων χαρίσασθαι, ἐπεὶ πάρα πολλὰ ἑκάστῳ.
  4. τὸν δʼ ἀναχωρήσας προσέφη πολύμητις Ὀδυσσεύς·
  5. ὢ πόποι, οὐκ ἄρα σοί γʼ ἐπὶ εἴδεϊ καὶ φρένες ἦσαν·
  6. οὐ σύ γʼ ἂν ἐξ οἴκου σῷ ἐπιστάτῃ οὐδʼ ἅλα δοίης,
  7. ὃς νῦν ἀλλοτρίοισι παρήμενος οὔ τί μοι ἔτλης
  8. σίτου ἀποπροελὼν δόμεναι· τὰ δὲ πολλὰ πάρεστιν.
  9. ὣς ἔφατʼ, Ἀντίνοος δʼ ἐχολώσατο κηρόθι μᾶλλον,
  10. καί μιν ὑπόδρα ἰδὼν ἔπεα πτερόεντα προσηύδα·
  11. νῦν δή σʼ οὐκέτι καλὰ διὲκ μεγάροιό γʼ ὀΐω
  12. ἂψ ἀναχωρήσειν, ὅτε δὴ καὶ ὀνείδεα βάζεις.
  13. ὣς ἄρʼ ἔφη, καὶ θρῆνυν ἑλὼν βάλε δεξιὸν ὦμον,
  14. πρυμνότατον κατὰ νῶτον· ὁ δʼ ἐστάθη ἠΰτε πέτρη
  15. ἔμπεδον, οὐδʼ ἄρα μιν σφῆλεν βέλος Ἀντινόοιο,
  16. ἀλλʼ ἀκέων κίνησε κάρη, κακὰ βυσσοδομεύων.
  17. ἂψ δʼ ὅ γʼ ἐπʼ οὐδὸν ἰὼν κατʼ ἄρʼ ἕζετο, κὰδ δʼ ἄρα πήρην
  18. θῆκεν ἐϋπλείην, μετὰ δὲ μνηστῆρσιν ἔειπε·
  19. κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης,
  20. ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
  21. οὐ μὰν οὔτʼ ἄχος ἐστὶ μετὰ φρεσὶν οὔτε τι πένθος,