Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. στῆθʼ οὕτως ἐς μέσσον, ἐμῆς ἀπάνευθε τραπέζης,
  2. μὴ τάχα πικρὴν Αἴγυπτον καὶ Κύπρον ἵκηαι·
  3. ὥς τις θαρσαλέος καὶ ἀναιδής ἐσσι προΐκτης.
  4. ἑξείης πάντεσσι παρίστασαι· οἱ δὲ διδοῦσι
  5. μαψιδίως, ἐπεὶ οὔ τις ἐπίσχεσις οὐδʼ ἐλεητὺς
  6. ἀλλοτρίων χαρίσασθαι, ἐπεὶ πάρα πολλὰ ἑκάστῳ.
  7. τὸν δʼ ἀναχωρήσας προσέφη πολύμητις Ὀδυσσεύς·
  8. ὢ πόποι, οὐκ ἄρα σοί γʼ ἐπὶ εἴδεϊ καὶ φρένες ἦσαν·
  9. οὐ σύ γʼ ἂν ἐξ οἴκου σῷ ἐπιστάτῃ οὐδʼ ἅλα δοίης,