Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • πόρθεον, ἐκ δὲ γυναῖκας ἄγον καὶ νήπια τέκνα,
  • αὐτούς τʼ ἔκτεινον· τάχα δʼ ἐς πόλιν ἵκετʼ ἀϋτή.
  • οἱ δὲ βοῆς ἀΐοντες ἅμʼ ἠοῖ φαινομένηφιν
  • ἦλθον· πλῆτο δὲ πᾶν πεδίον πεζῶν τε καὶ ἵππων
  • χαλκοῦ τε στεροπῆς· ἐν δὲ Ζεὺς τερπικέραυνος
  • φύζαν ἐμοῖς ἑτάροισι κακὴν βάλεν, οὐδέ τις ἔτλη
  • στῆναι ἐναντίβιον· περὶ γὰρ κακὰ πάντοθεν ἔστη.
  • ἔνθʼ ἡμέων πολλοὺς μὲν ἀπέκτανον ὀξέϊ χαλκῷ,
  • τοὺς δʼ ἄναγον ζωούς, σφίσιν ἐργάζεσθαι ἀνάγκῃ.
  • αὐτὰρ ἔμʼ ἐς Κύπρον ξείνῳ δόσαν ἀντιάσαντι,
  • Δμήτορι Ἰασίδῃ, ὃς Κύπρου ἶφι ἄνασσεν·