δός, φίλος· οὐ μέν μοι δοκέεις ὁ κάκιστος Ἀχαιῶνἔμμεναι, ἀλλʼ ὤριστος, ἐπεὶ βασιλῆϊ ἔοικας.τῷ σε χρὴ δόμεναι καὶ λώϊον ἠέ περ ἄλλοισίτου· ἐγὼ δέ κέ σε κλείω κατʼ ἀπείρονα γαῖαν.καὶ γὰρ ἐγώ ποτε οἶκον ἐν ἀνθρώποισιν ἔναιονὄλβιος ἀφνειὸν καὶ πολλάκι δόσκον ἀλήτῃ,τοίῳ ὁποῖος ἔοι καὶ ὅτευ κεχρημένος ἔλθοι·ἦσαν δὲ δμῶες μάλα μυρίοι ἄλλα τε πολλὰοἷσίν τʼ εὖ ζώουσι καὶ ἀφνειοὶ καλέονται.ἀλλὰ Ζεὺς ἀλάπαξε Κρονίων—ἤθελε γάρ που—ὅς μʼ ἅμα ληϊστῆρσι πολυπλάγκτοισιν ἀνῆκενΑἴγυπτόνδʼ ἰέναι, δολιχὴν ὁδόν, ὄφρʼ ἀπολοίμην.στῆσα δʼ ἐν Αἰγύπτῳ ποταμῷ νέας ἀμφιελίσσας.ἔνθʼ ἦ τοι μὲν ἐγὼ κελόμην ἐρίηρας ἑταίρουςαὐτοῦ πὰρ νήεσσι μένειν καὶ νῆας ἔρυσθαι,ὀπτῆρας δὲ κατὰ σκοπιὰς ὤτρυνα νέεσθαι.οἱ δʼ ὕβρει εἴξαντες, ἐπισπόμενοι μένεϊ σφῷ,αἶψα μάλʼ Αἰγυπτίων ἀνδρῶν περικαλλέας ἀγροὺςπόρθεον, ἐκ δὲ γυναῖκας ἄγον καὶ νήπια τέκνα,αὐτούς τʼ ἔκτεινον· τάχα δʼ ἐς πόλιν ἵκετʼ ἀϋτή.οἱ δὲ βοῆς ἀΐοντες ἅμʼ ἠοῖ φαινομένηφινἦλθον· πλῆτο δὲ πᾶν πεδίον πεζῶν τε καὶ ἵππωνχαλκοῦ τε στεροπῆς· ἐν δὲ Ζεὺς τερπικέραυνος