Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • δός, φίλος· οὐ μέν μοι δοκέεις ὁ κάκιστος Ἀχαιῶν
  • ἔμμεναι, ἀλλʼ ὤριστος, ἐπεὶ βασιλῆϊ ἔοικας.
  • τῷ σε χρὴ δόμεναι καὶ λώϊον ἠέ περ ἄλλοι
  • σίτου· ἐγὼ δέ κέ σε κλείω κατʼ ἀπείρονα γαῖαν.
  • καὶ γὰρ ἐγώ ποτε οἶκον ἐν ἀνθρώποισιν ἔναιον
  • ὄλβιος ἀφνειὸν καὶ πολλάκι δόσκον ἀλήτῃ,
  • τοίῳ ὁποῖος ἔοι καὶ ὅτευ κεχρημένος ἔλθοι·
  • ἦσαν δὲ δμῶες μάλα μυρίοι ἄλλα τε πολλὰ
  • οἷσίν τʼ εὖ ζώουσι καὶ ἀφνειοὶ καλέονται.
  • ἀλλὰ Ζεὺς ἀλάπαξε Κρονίων—ἤθελε γάρ που—
  • ὅς μʼ ἅμα ληϊστῆρσι πολυπλάγκτοισιν ἀνῆκεν