Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. οἱ δʼ ἄλλοι πάντες δίδοσαν, πλῆσαν δʼ ἄρα πήρην
  2. σίτου καὶ κρειῶν· τάχα δὴ καὶ ἔμελλεν Ὀδυσσεὺς
  3. αὖτις ἐπʼ οὐδὸν ἰὼν προικὸς γεύσεσθαι Ἀχαιῶν·
  4. στῆ δὲ παρʼ Ἀντίνοον, καί μιν πρὸς μῦθον ἔειπε·
  5. δός, φίλος· οὐ μέν μοι δοκέεις ὁ κάκιστος Ἀχαιῶν
  6. ἔμμεναι, ἀλλʼ ὤριστος, ἐπεὶ βασιλῆϊ ἔοικας.
  7. τῷ σε χρὴ δόμεναι καὶ λώϊον ἠέ περ ἄλλοι
  8. σίτου· ἐγὼ δέ κέ σε κλείω κατʼ ἀπείρονα γαῖαν.
  9. καὶ γὰρ ἐγώ ποτε οἶκον ἐν ἀνθρώποισιν ἔναιον
  10. ὄλβιος ἀφνειὸν καὶ πολλάκι δόσκον ἀλήτῃ,
  11. τοίῳ ὁποῖος ἔοι καὶ ὅτευ κεχρημένος ἔλθοι·
  12. ἦσαν δὲ δμῶες μάλα μυρίοι ἄλλα τε πολλὰ
  13. οἷσίν τʼ εὖ ζώουσι καὶ ἀφνειοὶ καλέονται.
  14. ἀλλὰ Ζεὺς ἀλάπαξε Κρονίων—ἤθελε γάρ που—
  15. ὅς μʼ ἅμα ληϊστῆρσι πολυπλάγκτοισιν ἀνῆκεν
  16. Αἴγυπτόνδʼ ἰέναι, δολιχὴν ὁδόν, ὄφρʼ ἀπολοίμην.
  17. στῆσα δʼ ἐν Αἰγύπτῳ ποταμῷ νέας ἀμφιελίσσας.
  18. ἔνθʼ ἦ τοι μὲν ἐγὼ κελόμην ἐρίηρας ἑταίρους
  19. αὐτοῦ πὰρ νήεσσι μένειν καὶ νῆας ἔρυσθαι,
  20. ὀπτῆρας δὲ κατὰ σκοπιὰς ὤτρυνα νέεσθαι.
  21. οἱ δʼ ὕβρει εἴξαντες, ἐπισπόμενοι μένεϊ σφῷ,
  22. αἶψα μάλʼ Αἰγυπτίων ἀνδρῶν περικαλλέας ἀγροὺς
  23. πόρθεον, ἐκ δὲ γυναῖκας ἄγον καὶ νήπια τέκνα,
  24. αὐτούς τʼ ἔκτεινον· τάχα δʼ ἐς πόλιν ἵκετʼ ἀϋτή.
  25. οἱ δὲ βοῆς ἀΐοντες ἅμʼ ἠοῖ φαινομένηφιν
  26. ἦλθον· πλῆτο δὲ πᾶν πεδίον πεζῶν τε καὶ ἵππων
  27. χαλκοῦ τε στεροπῆς· ἐν δὲ Ζεὺς τερπικέραυνος
  28. φύζαν ἐμοῖς ἑτάροισι κακὴν βάλεν, οὐδέ τις ἔτλη
  29. στῆναι ἐναντίβιον· περὶ γὰρ κακὰ πάντοθεν ἔστη.
  30. ἔνθʼ ἡμέων πολλοὺς μὲν ἀπέκτανον ὀξέϊ χαλκῷ,
  31. τοὺς δʼ ἄναγον ζωούς, σφίσιν ἐργάζεσθαι ἀνάγκῃ.
  32. αὐτὰρ ἔμʼ ἐς Κύπρον ξείνῳ δόσαν ἀντιάσαντι,
  33. Δμήτορι Ἰασίδῃ, ὃς Κύπρου ἶφι ἄνασσεν·
  34. ἔνθεν δὴ νῦν δεῦρο τόδʼ ἵκω πήματα πάσχων.
  35. τὸν δʼ αὖτʼ Ἀντίνοος ἀπαμείβετο φώνησέν τε·
  36. τίς δαίμων τόδε πῆμα προσήγαγε, δαιτὸς ἀνίην;
  37. στῆθʼ οὕτως ἐς μέσσον, ἐμῆς ἀπάνευθε τραπέζης,
  38. μὴ τάχα πικρὴν Αἴγυπτον καὶ Κύπρον ἵκηαι·
  39. ὥς τις θαρσαλέος καὶ ἀναιδής ἐσσι προΐκτης.
  40. ἑξείης πάντεσσι παρίστασαι· οἱ δὲ διδοῦσι
  41. μαψιδίως, ἐπεὶ οὔ τις ἐπίσχεσις οὐδʼ ἐλεητὺς
  42. ἀλλοτρίων χαρίσασθαι, ἐπεὶ πάρα πολλὰ ἑκάστῳ.
  43. τὸν δʼ ἀναχωρήσας προσέφη πολύμητις Ὀδυσσεύς·
  44. ὢ πόποι, οὐκ ἄρα σοί γʼ ἐπὶ εἴδεϊ καὶ φρένες ἦσαν·
  45. οὐ σύ γʼ ἂν ἐξ οἴκου σῷ ἐπιστάτῃ οὐδʼ ἅλα δοίης,
  46. ὃς νῦν ἀλλοτρίοισι παρήμενος οὔ τί μοι ἔτλης
  47. σίτου ἀποπροελὼν δόμεναι· τὰ δὲ πολλὰ πάρεστιν.