Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. κείμενον, ᾧ ῥʼ ἔπεχεν λιπαροὺς πόδας εἰλαπινάζων·
  2. οἱ δʼ ἄλλοι πάντες δίδοσαν, πλῆσαν δʼ ἄρα πήρην
  3. σίτου καὶ κρειῶν· τάχα δὴ καὶ ἔμελλεν Ὀδυσσεὺς
  4. αὖτις ἐπʼ οὐδὸν ἰὼν προικὸς γεύσεσθαι Ἀχαιῶν·
  5. στῆ δὲ παρʼ Ἀντίνοον, καί μιν πρὸς μῦθον ἔειπε·
  6. δός, φίλος· οὐ μέν μοι δοκέεις ὁ κάκιστος Ἀχαιῶν
  7. ἔμμεναι, ἀλλʼ ὤριστος, ἐπεὶ βασιλῆϊ ἔοικας.
  8. τῷ σε χρὴ δόμεναι καὶ λώϊον ἠέ περ ἄλλοι
  9. σίτου· ἐγὼ δέ κέ σε κλείω κατʼ ἀπείρονα γαῖαν.
  10. καὶ γὰρ ἐγώ ποτε οἶκον ἐν ἀνθρώποισιν ἔναιον
  11. ὄλβιος ἀφνειὸν καὶ πολλάκι δόσκον ἀλήτῃ,
  12. τοίῳ ὁποῖος ἔοι καὶ ὅτευ κεχρημένος ἔλθοι·
  13. ἦσαν δὲ δμῶες μάλα μυρίοι ἄλλα τε πολλὰ
  14. οἷσίν τʼ εὖ ζώουσι καὶ ἀφνειοὶ καλέονται.
  15. ἀλλὰ Ζεὺς ἀλάπαξε Κρονίων—ἤθελε γάρ που—
  16. ὅς μʼ ἅμα ληϊστῆρσι πολυπλάγκτοισιν ἀνῆκεν
  17. Αἴγυπτόνδʼ ἰέναι, δολιχὴν ὁδόν, ὄφρʼ ἀπολοίμην.
  18. στῆσα δʼ ἐν Αἰγύπτῳ ποταμῷ νέας ἀμφιελίσσας.
  19. ἔνθʼ ἦ τοι μὲν ἐγὼ κελόμην ἐρίηρας ἑταίρους
  20. αὐτοῦ πὰρ νήεσσι μένειν καὶ νῆας ἔρυσθαι,
  21. ὀπτῆρας δὲ κατὰ σκοπιὰς ὤτρυνα νέεσθαι.
  22. οἱ δʼ ὕβρει εἴξαντες, ἐπισπόμενοι μένεϊ σφῷ,
  23. αἶψα μάλʼ Αἰγυπτίων ἀνδρῶν περικαλλέας ἀγροὺς
  24. πόρθεον, ἐκ δὲ γυναῖκας ἄγον καὶ νήπια τέκνα,
  25. αὐτούς τʼ ἔκτεινον· τάχα δʼ ἐς πόλιν ἵκετʼ ἀϋτή.
  26. οἱ δὲ βοῆς ἀΐοντες ἅμʼ ἠοῖ φαινομένηφιν
  27. ἦλθον· πλῆτο δὲ πᾶν πεδίον πεζῶν τε καὶ ἵππων
  28. χαλκοῦ τε στεροπῆς· ἐν δὲ Ζεὺς τερπικέραυνος
  29. φύζαν ἐμοῖς ἑτάροισι κακὴν βάλεν, οὐδέ τις ἔτλη
  30. στῆναι ἐναντίβιον· περὶ γὰρ κακὰ πάντοθεν ἔστη.
  31. ἔνθʼ ἡμέων πολλοὺς μὲν ἀπέκτανον ὀξέϊ χαλκῷ,
  32. τοὺς δʼ ἄναγον ζωούς, σφίσιν ἐργάζεσθαι ἀνάγκῃ.
  33. αὐτὰρ ἔμʼ ἐς Κύπρον ξείνῳ δόσαν ἀντιάσαντι,
  34. Δμήτορι Ἰασίδῃ, ὃς Κύπρου ἶφι ἄνασσεν·
  35. ἔνθεν δὴ νῦν δεῦρο τόδʼ ἵκω πήματα πάσχων.
  36. τὸν δʼ αὖτʼ Ἀντίνοος ἀπαμείβετο φώνησέν τε·
  37. τίς δαίμων τόδε πῆμα προσήγαγε, δαιτὸς ἀνίην;
  38. στῆθʼ οὕτως ἐς μέσσον, ἐμῆς ἀπάνευθε τραπέζης,
  39. μὴ τάχα πικρὴν Αἴγυπτον καὶ Κύπρον ἵκηαι·
  40. ὥς τις θαρσαλέος καὶ ἀναιδής ἐσσι προΐκτης.
  41. ἑξείης πάντεσσι παρίστασαι· οἱ δὲ διδοῦσι
  42. μαψιδίως, ἐπεὶ οὔ τις ἐπίσχεσις οὐδʼ ἐλεητὺς
  43. ἀλλοτρίων χαρίσασθαι, ἐπεὶ πάρα πολλὰ ἑκάστῳ.
  44. τὸν δʼ ἀναχωρήσας προσέφη πολύμητις Ὀδυσσεύς·
  45. ὢ πόποι, οὐκ ἄρα σοί γʼ ἐπὶ εἴδεϊ καὶ φρένες ἦσαν·
  46. οὐ σύ γʼ ἂν ἐξ οἴκου σῷ ἐπιστάτῃ οὐδʼ ἅλα δοίης,
  47. ὃς νῦν ἀλλοτρίοισι παρήμενος οὔ τί μοι ἔτλης
  48. σίτου ἀποπροελὼν δόμεναι· τὰ δὲ πολλὰ πάρεστιν.
  49. ὣς ἔφατʼ, Ἀντίνοος δʼ ἐχολώσατο κηρόθι μᾶλλον,
  50. καί μιν ὑπόδρα ἰδὼν ἔπεα πτερόεντα προσηύδα·
  51. νῦν δή σʼ οὐκέτι καλὰ διὲκ μεγάροιό γʼ ὀΐω
  52. ἂψ ἀναχωρήσειν, ὅτε δὴ καὶ ὀνείδεα βάζεις.
  53. ὣς ἄρʼ ἔφη, καὶ θρῆνυν ἑλὼν βάλε δεξιὸν ὦμον,
  54. πρυμνότατον κατὰ νῶτον· ὁ δʼ ἐστάθη ἠΰτε πέτρη
  55. ἔμπεδον, οὐδʼ ἄρα μιν σφῆλεν βέλος Ἀντινόοιο,
  56. ἀλλʼ ἀκέων κίνησε κάρη, κακὰ βυσσοδομεύων.
  57. ἂψ δʼ ὅ γʼ ἐπʼ οὐδὸν ἰὼν κατʼ ἄρʼ ἕζετο, κὰδ δʼ ἄρα πήρην
  58. θῆκεν ἐϋπλείην, μετὰ δὲ μνηστῆρσιν ἔειπε·
  59. κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης,
  60. ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
  61. οὐ μὰν οὔτʼ ἄχος ἐστὶ μετὰ φρεσὶν οὔτε τι πένθος,
  62. ὁππότʼ ἀνὴρ περὶ οἷσι μαχειόμενος κτεάτεσσι
  63. βλήεται, ἢ περὶ βουσὶν ἢ ἀργεννῇς ὀΐεσσιν·
  64. αὐτὰρ ἔμʼ Ἀντίνοος βάλε γαστέρος εἵνεκα λυγρῆς,
  65. οὐλομένης, ἣ πολλὰ κάκʼ ἀνθρώποισι δίδωσιν.
  66. ἀλλʼ εἴ που πτωχῶν γε θεοὶ καὶ Ἐρινύες εἰσίν,
  67. Ἀντίνοον πρὸ γάμοιο τέλος θανάτοιο κιχείη.
  68. τὸν δʼ αὖτʼ Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός·
  69. ἔσθιʼ ἕκηλος, ξεῖνε, καθήμενος, ἢ ἄπιθʼ ἄλλῃ,
  70. μή σε νέοι διὰ δώματʼ ἐρύσσωσʼ, οἷʼ ἀγορεύεις,
  71. ἢ ποδὸς ἢ καὶ χειρός, ἀποδρύψωσι δὲ πάντα.
  72. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ὑπερφιάλως νεμέσησαν·
  73. ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων·
  74. Ἀντίνοʼ, οὐ μὲν κάλʼ ἔβαλες δύστηνον ἀλήτην,
  75. οὐλόμενʼ, εἰ δή πού τις ἐπουράνιος θεός ἐστιν.
  76. καί τε θεοὶ ξείνοισιν ἐοικότες ἀλλοδαποῖσι,
  77. παντοῖοι τελέθοντες, ἐπιστρωφῶσι πόληας,
  78. ἀνθρώπων ὕβριν τε καὶ εὐνομίην ἐφορῶντες.
  79. ὣς ἄρʼ ἔφαν μνηστῆρες, ὁ δʼ οὐκ ἐμπάζετο μύθων.
  80. Τηλέμαχος δʼ ἐν μὲν κραδίῃ μέγα πένθος ἄεξε
  81. βλημένου, οὐδʼ ἄρα δάκρυ χαμαὶ βάλεν ἐκ βλεφάροιϊν,
  82. ἀλλʼ ἀκέων κίνησε κάρη, κακὰ βυσσοδομεύων.
  83. τοῦ δʼ ὡς οὖν ἤκουσε περίφρων Πηνελόπεια
  84. βλημένου ἐν μεγάρῳ, μετʼ ἄρα δμῳῇσιν ἔειπεν·
  85. αἴθʼ οὕτως αὐτόν σε βάλοι κλυτότοξος Ἀπόλλων.
  86. τὴν δʼ αὖτʼ Εὐρυνόμη ταμίη πρὸς μῦθον ἔειπεν·
  87. εἰ γὰρ ἐπʼ ἀρῇσιν τέλος ἡμετέρῃσι γένοιτο·
  88. οὐκ ἄν τις τούτων γε ἐΰθρονον Ἠῶ ἵκοιτο.
  89. τὴν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
  90. μαῖʼ, ἐχθροὶ μὲν πάντες, ἐπεὶ κακὰ μηχανόωνται·
  91. Ἀντίνοος δὲ μάλιστα μελαίνῃ κηρὶ ἔοικε.
  92. ξεῖνός τις δύστηνος ἀλητεύει κατὰ δῶμα
  93. ἀνέρας αἰτίζων· ἀχρημοσύνη γὰρ ἀνώγει·
  94. ἔνθʼ ἄλλοι μὲν πάντες ἐνέπλησάν τʼ ἔδοσάν τε,
  95. οὗτος δὲ θρήνυι πρυμνὸν βάλε δεξιὸν ὦμον.
  96. ἡ μὲν ἄρʼ ὣς ἀγόρευε μετὰ δμῳῇσι γυναιξίν,
  97. ἡμένη ἐν θαλάμῳ· ὁ δʼ ἐδείπνεε δῖος Ὀδυσσεύς·
  98. ἡ δʼ ἐπὶ οἷ καλέσασα προσηύδα δῖον ὑφορβόν·
  99. ἔρχεο, δῖʼ Εὔμαιε, κιὼν τὸν ξεῖνον ἄνωχθι
  100. ἐλθέμεν, ὄφρα τί μιν προσπτύξομαι ἠδʼ ἐρέωμαι
  101. εἴ που Ὀδυσσῆος ταλασίφρονος ἠὲ πέπυσται
  102. ἢ ἴδεν ὀφθαλμοῖσι· πολυπλάγκτῳ γὰρ ἔοικε.
  103. τὴν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα
  104. εἰ γάρ τοι, βασίλεια, σιωπήσειαν Ἀχαιοί·
  105. οἷʼ ὅ γε μυθεῖται, θέλγοιτό κέ τοι φίλον ἦτορ.
  106. τρεῖς γὰρ δή μιν νύκτας ἔχον, τρία δʼ ἤματʼ ἔρυξα
  107. ἐν κλισίῃ· πρῶτον γὰρ ἔμʼ ἵκετο νηὸς ἀποδράς·
  108. ἀλλʼ οὔ πω κακότητα διήνυσεν ἣν ἀγορεύων.
  109. ὡς δʼ ὅτʼ ἀοιδὸν ἀνὴρ ποτιδέρκεται, ὅς τε θεῶν ἒξ
  110. ἀείδει δεδαὼς ἔπεʼ ἱμερόεντα βροτοῖσι,
  111. τοῦ δʼ ἄμοτον μεμάασιν ἀκουέμεν, ὁππότʼ ἀείδῃ·
  112. ὣς ἐμὲ κεῖνος ἔθελγε παρήμενος ἐν μεγάροισι.
  113. φησὶ δʼ Ὀδυσσῆος ξεῖνος πατρώϊος εἶναι,
  114. Κρήτῃ ναιετάων, ὅθι Μίνωος γένος ἐστίν.
  115. ἔνθεν δὴ νῦν δεῦρο τόδʼ ἵκετο πήματα πάσχων,
  116. προπροκυλινδόμενος· στεῦται δʼ Ὀδυσῆος ἀκοῦσαι,
  117. ἀγχοῦ, Θεσπρωτῶν ἀνδρῶν ἐν πίονι δήμῳ,
  118. ζωοῦ· πολλὰ δʼ ἄγει κειμήλια ὅνδε δόμονδε.
  119. τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
  120. ἔρχεο, δεῦρο κάλεσσον, ἵνʼ ἀντίον αὐτὸς ἐνίσπῃ.
  121. οὗτοι δʼ ἠὲ θύρῃσι καθήμενοι ἑψιαάσθων.
  122. ἢ αὐτοῦ κατὰ δώματʼ, ἐπεί σφισι θυμὸς ἐΰφρων.
  123. αὐτῶν μὲν γὰρ κτήματʼ ἀκήρατα κεῖτʼ ἐνὶ οἴκῳ,
  124. σῖτος καὶ μέθυ ἡδύ· τὰ μὲν οἰκῆες ἔδουσιν,
  125. οἱ δʼ εἰς ἡμέτερον πωλεύμενοι ἤματα πάντα,
  126. βοῦς ἱερεύοντες καὶ ὄϊς καὶ πίονας αἶγας,
  127. εἰλαπινάζουσιν πίνουσί τε αἴθοπα οἶνον,
  128. μαψιδίως· τὰ δὲ πολλὰ κατάνεται. οὐ γὰρ ἔπʼ ἀνήρ,
  129. οἷος Ὀδυσσεὺς ἔσκεν, ἀρὴν ἀπὸ οἴκου ἀμῦναι.
  130. εἰ δʼ Ὀδυσεὺς ἔλθοι καὶ ἵκοιτʼ ἐς πατρίδα γαῖαν,
  131. αἶψά κε σὺν ᾧ παιδὶ βίας ἀποτίσεται ἀνδρῶν.
  132. ὣς φάτο, Τηλέμαχος δὲ μέγʼ ἔπταρεν, ἀμφὶ δὲ δῶμα
  133. σμερδαλέον κονάβησε· γέλασσε δὲ Πηνελόπεια,
  134. αἶψα δʼ ἄρʼ Εὔμαιον ἔπεα πτερόεντα προσηύδα·
  135. ἔρχεό μοι, τὸν ξεῖνον ἐναντίον ὧδε κάλεσσον.
  136. οὐχ ὁράᾳς ὅ μοι υἱὸς ἐπέπταρε πᾶσιν ἔπεσσι;
  137. τῷ κε καὶ οὐκ ἀτελὴς θάνατος μνηστῆρσι γένοιτο
  138. πᾶσι μάλʼ, οὐδέ κέ τις θάνατον καὶ κῆρας ἀλύξει.
  139. ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·
  140. αἴ κʼ αὐτὸν γνώω νημερτέα πάντʼ ἐνέποντα,
  141. ἕσσω μιν χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά.
  142. ὣς φάτο, βῆ δὲ συφορβός, ἐπεὶ τὸν μῦθον ἄκουσεν·
  143. ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·
  144. ξεῖνε πάτερ, καλέει σε περίφρων Πηνελόπεια,
  145. μήτηρ Τηλεμάχοιο· μεταλλῆσαί τί ἑ θυμὸς
  146. ἀμφὶ πόσει κέλεται, καὶ κήδεά περ πεπαθυίῃ.
  147. εἰ δέ κέ σε γνώῃ νημερτέα πάντʼ ἐνέποντα,
  148. ἕσσει σε χλαῖνάν τε χιτῶνά τε, τῶν σὺ μάλιστα
  149. χρηΐζεις· σῖτον δὲ καὶ αἰτίζων κατὰ δῆμον
  150. γαστέρα βοσκήσεις· δώσει δέ τοι ὅς κʼ ἐθέλῃσι.
  151. τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·
  152. Εὔμαιʼ, αἶψά κʼ ἐγὼ νημερτέα πάντʼ ἐνέποιμι
  153. κούρῃ Ἰκαρίοιο, περίφρονι Πηνελοπείῃ·
  154. οἶδα γὰρ εὖ περὶ κείνου, ὁμὴν δʼ ἀνεδέγμεθʼ ὀϊζύν.
  155. ἀλλὰ μνηστήρων χαλεπῶν ὑποδείδιʼ ὅμιλον,
  156. τῶν ὕβρις τε βίη τε σιδήρεον οὐρανὸν ἵκει.
  157. καὶ γὰρ νῦν, ὅτε μʼ οὗτος ἀνὴρ κατὰ δῶμα κιόντα
  158. οὔ τι κακὸν ῥέξαντα βαλὼν ὀδύνῃσιν ἔδωκεν,
  159. οὔτε τι Τηλέμαχος τό γʼ ἐπήρκεσεν οὔτε τις ἄλλος.
  160. τῷ νῦν Πηνελόπειαν ἐνὶ μεγάροισιν ἄνωχθι
  161. μεῖναι, ἐπειγομένην περ, ἐς ἠέλιον καταδύντα·
  162. καὶ τότε μʼ εἰρέσθω πόσιος πέρι νόστιμον ἦμαρ,
  163. ἀσσοτέρω καθίσασα παραὶ πυρί· εἵματα γάρ τοι
  164. λύγρʼ ἔχω· οἶσθα καὶ αὐτός, ἐπεί σε πρῶθʼ ἱκέτευσα.
  165. ὣς φάτο, βῆ δὲ συφορβός, ἐπεὶ τὸν μῦθον ἄκουσε.
  166. τὸν δʼ ὑπὲρ οὐδοῦ βάντα προσηύδα Πηνελόπεια·
  167. οὐ σύ γʼ ἄγεις, Εὔμαιε· τί τοῦτʼ ἐνόησεν ἀλήτης;
  168. ἦ τινά που δείσας ἐξαίσιον ἦε καὶ ἄλλως
  169. αἰδεῖται κατὰ δῶμα; κακὸς δʼ αἰδοῖος ἀλήτης.
  170. τὴν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
  171. μυθεῖται κατὰ μοῖραν, ἅ πέρ κʼ οἴοιτο καὶ ἄλλος,
  172. ὕβριν ἀλυσκάζων ἀνδρῶν ὑπερηνορεόντων.
  173. ἀλλά σε μεῖναι ἄνωγεν ἐς ἠέλιον καταδύντα.
  174. καὶ δὲ σοὶ ὧδʼ αὐτῇ πολὺ κάλλιον, ὦ βασίλεια,
  175. οἴην πρὸς ξεῖνον φάσθαι ἔπος ἠδʼ ἐπακοῦσαι.
  176. τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
  177. οὐκ ἄφρων ὁ ξεῖνος· ὀΐεται, ὥς περ ἂν εἴη·
  178. οὐ γάρ πού τινες ὧδε καταθνητῶν ἀνθρώπων
  179. ἀνέρες ὑβρίζοντες ἀτάσθαλα μηχανόωνται.
  180. ἡ μὲν ἄρʼ ὣς ἀγόρευεν, ὁ δʼ ᾤχετο δῖος ὑφορβὸς
  181. μνηστήρων ἐς ὅμιλον, ἐπεὶ διεπέφραδε πάντα.
  182. αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα,
  183. ἄγχι σχὼν κεφαλήν, ἵνα μὴ πευθοίαθʼ οἱ ἄλλοι·
  184. ὦ φίλʼ, ἐγὼ μὲν ἄπειμι, σύας καὶ κεῖνα φυλάξων,
  185. σὸν καὶ ἐμὸν βίοτον· σοὶ δʼ ἐνθάδε πάντα μελόντων.
  186. αὐτὸν μέν σε πρῶτα σάω, καὶ φράζεο θυμῷ
  187. μή τι πάθῃς· πολλοὶ δὲ κακὰ φρονέουσιν Ἀχαιῶν,
  188. τοὺς Ζεὺς ἐξολέσειε πρὶν ἡμῖν πῆμα γενέσθαι.
  189. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  190. ἔσσεται οὕτως, ἄττα· σὺ δʼ ἔρχεο δειελιήσας·
  191. ἠῶθεν δʼ ἰέναι καὶ ἄγειν ἱερήϊα καλά·
  192. αὐτὰρ ἐμοὶ τάδε πάντα καὶ ἀθανάτοισι μελήσει.
  193. ὣς φάθʼ, ὁ δʼ αὖτις ἄρʼ ἕζετʼ ἐϋξέστου ἐπὶ δίφρου,
  194. πλησάμενος δʼ ἄρα θυμὸν ἐδητύος ἠδὲ ποτῆτος
  195. βῆ ῥʼ ἴμεναι μεθʼ ὕας, λίπε δʼ ἕρκεά τε μέγαρόν τε,
  196. πλεῖον δαιτυμόνων· οἱ δʼ ὀρχηστυῖ καὶ ἀοιδῇ
  197. τέρποντʼ· ἤδη γὰρ καὶ ἐπήλυθε δείελον ἦμαρ.
  1. ἦλθε δʼ ἐπὶ πτωχὸς πανδήμιος, ὃς κατὰ ἄστυ
  2. πτωχεύεσκʼ Ἰθάκης, μετὰ δʼ ἔπρεπε γαστέρι μάργῃ
  3. ἀζηχὲς φαγέμεν καὶ πιέμεν· οὐδέ οἱ ἦν ἲς
  4. οὐδὲ βίη, εἶδος δὲ μάλα μέγας ἦν ὁράασθαι.
  5. Ἀρναῖος δʼ ὄνομʼ ἔσκε· τὸ γὰρ θέτο πότνια μήτηρ
  6. ἐκ γενετῆς· Ἶρον δὲ νέοι κίκλησκον ἅπαντες,
  7. οὕνεκʼ ἀπαγγέλλεσκε κιών, ὅτε πού τις ἀνώγοι·
  8. ὅς ῥʼ ἐλθὼν Ὀδυσῆα διώκετο οἷο δόμοιο,
  9. καί μιν νεικείων ἔπεα πτερόεντα προσηύδα·
  10. εἶκε, γέρον, προθύρου, μὴ δὴ τάχα καὶ ποδὸς ἕλκῃ.
  11. οὐκ ἀΐεις ὅτι δή μοι ἐπιλλίζουσιν ἅπαντες,
  12. ἑλκέμεναι δὲ κέλονται; ἐγὼ δʼ αἰσχύνομαι ἔμπης.
  13. ἀλλʼ ἄνα, μὴ τάχα νῶϊν ἔρις καὶ χερσὶ γένηται.
  14. τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·
  15. δαιμόνιʼ, οὔτε τί σε ῥέζω κακὸν οὔτʼ ἀγορεύω,
  16. οὔτε τινὰ φθονέω δόμεναι καὶ πόλλʼ ἀνελόντα.
  17. οὐδὸς δʼ ἀμφοτέρους ὅδε χείσεται, οὐδέ τί σε χρὴ
  18. ἀλλοτρίων φθονέειν· δοκέεις δέ μοι εἶναι ἀλήτης
  19. ὥς περ ἐγών, ὄλβον δὲ θεοὶ μέλλουσιν ὀπάζειν.
  20. χερσὶ δὲ μή τι λίην προκαλίζεο, μή με χολώσῃς,
  21. μή σε γέρων περ ἐὼν στῆθος καὶ χείλεα φύρσω
  22. αἵματος· ἡσυχίη δʼ ἂν ἐμοὶ καὶ μᾶλλον ἔτʼ εἴη
  23. αὔριον· οὐ μὲν γάρ τί σʼ ὑποστρέψεσθαι ὀΐω
  24. δεύτερον ἐς μέγαρον Λαερτιάδεω Ὀδυσῆος.
  25. τὸν δὲ χολωσάμενος προσεφώνεεν Ἶρος ἀλήτης·
  26. ὢ πόποι, ὡς ὁ μολοβρὸς ἐπιτροχάδην ἀγορεύει,
  27. γρηῒ καμινοῖ ἶσος· ὃν ἂν κακὰ μητισαίμην
  28. κόπτων ἀμφοτέρῃσι, χαμαὶ δέ κε πάντας ὀδόντας
  29. γναθμῶν ἐξελάσαιμι συὸς ὣς ληϊβοτείρης.
  30. ζῶσαι νῦν, ἵνα πάντες ἐπιγνώωσι καὶ οἵδε
  31. μαρναμένους· πῶς δʼ ἂν σὺ νεωτέρῳ ἀνδρὶ μάχοιο;
  32. ὣς οἱ μὲν προπάροιθε θυράων ὑψηλάων
  33. οὐδοῦ ἔπι ξεστοῦ πανθυμαδὸν ὀκριόωντο.
  34. τοῖϊν δὲ ξυνέηχʼ ἱερὸν μένος Ἀντινόοιο,
  35. ἡδὺ δʼ ἄρʼ ἐκγελάσας μετεφώνει μνηστήρεσσιν·
  36. ὦ φίλοι, οὐ μέν πώ τι πάρος τοιοῦτον ἐτύχθη,
  37. οἵην τερπωλὴν θεὸς ἤγαγεν ἐς τόδε δῶμα.
  38. ὁ ξεῖνός τε καὶ Ἶρος ἐρίζετον ἀλλήλοιϊν
  39. χερσὶ μαχέσσασθαι· ἀλλὰ ξυνελάσσομεν ὦκα.
  40. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀνήϊξαν γελόωντες,
  41. ἀμφὶ δʼ ἄρα πτωχοὺς κακοείμονας ἠγερέθοντο.
  42. τοῖσιν δʼ Ἀντίνοος μετέφη, Εὐπείθεος υἱός·
  43. κέκλυτέ μευ, μνηστῆρες ἀγήνορες, ὄφρα τι εἴπω.
  44. γαστέρες αἵδʼ αἰγῶν κέατʼ ἐν πυρί, τὰς ἐπὶ δόρπῳ
  45. κατθέμεθα κνίσης τε καὶ αἵματος ἐμπλήσαντες·
  46. ὁππότερος δέ κε νικήσῃ κρείσσων τε γένηται,
  47. τάων ἥν κʼ ἐθέλῃσιν ἀναστὰς αὐτὸς ἑλέσθω·
  48. αἰεὶ αὖθʼ ἡμῖν μεταδαίσεται, οὐδέ τινʼ ἄλλον
  49. πτωχὸν ἔσω μίσγεσθαι ἐάσομεν αἰτήσοντα.
  50. ὣς ἔφατʼ Ἀντίνοος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος.
  51. τοῖς δὲ δολοφρονέων μετέφη πολύμητις Ὀδυσσεύς·
  52. ὦ φίλοι, οὔ πως ἔστι νεωτέρῳ ἀνδρὶ μάχεσθαι
  53. ἄνδρα γέροντα, δύῃ ἀρημένον· ἀλλά με γαστὴρ
  54. ὀτρύνει κακοεργός, ἵνα πληγῇσι δαμείω.
  55. ἀλλʼ ἄγε νῦν μοι πάντες ὀμόσσατε καρτερὸν ὅρκον,
  56. μή τις ἐπʼ Ἴρῳ ἦρα φέρων ἐμὲ χειρὶ βαρείῃ
  57. πλήξῃ ἀτασθάλλων, τούτῳ δέ με ἶφι δαμάσσῃ.
  58. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀπώμνυον ὡς ἐκέλευεν.
  59. αὐτὰρ ἐπεί ῥʼ ὄμοσάν τε τελεύτησάν τε τὸν ὅρκον,
  60. τοῖς δʼ αὖτις μετέειφʼ ἱερὴ ἲς Τηλεμάχοιο·
  61. ξεῖνʼ, εἴ σʼ ὀτρύνει κραδίη καὶ θυμὸς ἀγήνωρ
  62. τοῦτον ἀλέξασθαι, τῶν δʼ ἄλλων μή τινʼ Ἀχαιῶν
  63. δείδιθʼ, ἐπεὶ πλεόνεσσι μαχήσεται ὅς κέ σε θείνῃ·
  64. ξεινοδόκος μὲν ἐγών, ἐπὶ δʼ αἰνεῖτον βασιλῆες,
  65. Ἀντίνοός τε καὶ Εὐρύμαχος, πεπνυμένω ἄμφω.
  66. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπῄνεον· αὐτὰρ Ὀδυσσεὺς
  67. ζώσατο μὲν ῥάκεσιν περὶ μήδεα, φαῖνε δὲ μηροὺς
  68. καλούς τε μεγάλους τε, φάνεν δέ οἱ εὐρέες ὦμοι
  69. στήθεά τε στιβαροί τε βραχίονες· αὐτὰρ Ἀθήνη
  70. ἄγχι παρισταμένη μέλεʼ ἤλδανε ποιμένι λαῶν.
  71. μνηστῆρες δʼ ἄρα πάντες ὑπερφιάλως ἀγάσαντο·
  72. ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·
  73. ἦ τάχα Ἶρος Ἄϊρος ἐπίσπαστον κακὸν ἕξει,
  74. οἵην ἐκ ῥακέων ὁ γέρων ἐπιγουνίδα φαίνει.
  75. ὣς ἄρʼ ἔφαν, Ἴρῳ δὲ κακῶς ὠρίνετο θυμός.
  76. ἀλλὰ καὶ ὣς δρηστῆρες ἄγον ζώσαντες ἀνάγκῃ
  77. δειδιότα· σάρκες δὲ περιτρομέοντο μέλεσσιν.
  78. Ἀντίνοος δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
  79. νῦν μὲν μήτʼ εἴης, βουγάϊε, μήτε γένοιο,
  80. εἰ δὴ τοῦτόν γε τρομέεις καὶ δείδιας αἰνῶς,
  81. ἄνδρα γέροντα, δύῃ ἀρημένον, ἥ μιν ἱκάνει.
  82. ἀλλʼ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·
  83. αἴ κέν σʼ οὗτος νικήσῃ κρείσσων τε γένηται,
  84. πέμψω σʼ ἤπειρόνδε, βαλὼν ἐν νηὶ μελαίνῃ,
  85. εἰς Ἔχετον βασιλῆα, βροτῶν δηλήμονα πάντων,
  86. ὅς κʼ ἀπὸ ῥῖνα τάμῃσι καὶ οὔατα νηλέϊ χαλκῷ,
  87. μήδεά τʼ ἐξερύσας δώῃ κυσὶν ὠμὰ δάσασθαι.
  88. ὣς φάτο, τῷ δʼ ἔτι μᾶλλον ὑπὸ τρόμος ἔλλαβε γυῖα.
  89. ἐς μέσσον δʼ ἄναγον· τὼ δʼ ἄμφω χεῖρας ἀνέσχον.