Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. δμωσὶν Ὀδυσσῆος, πέρι δʼ αὖτʼ ἐμοί· αὐτὰρ ἐγώ γε
  2. οὐκ ἀλέγω, ἧός μοι ἐχέφρων Πηνελόπεια
  3. ζώει ἐνὶ μεγάροις καὶ Τηλέμαχος θεοειδής.
  4. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  5. σίγα, μή μοι τοῦτον ἀμείβεο πολλὰ ἔπεσσιν·
  6. Ἀντίνοος δʼ εἴωθε κακῶς ἐρεθιζέμεν αἰεὶ
  7. μύθοισιν χαλεποῖσιν, ἐποτρύνει δὲ καὶ ἄλλους.
  8. ἦ ῥα καὶ Ἀντίνοον ἔπεα πτερόεντα προσηύδα·
  9. Ἀντίνοʼ, ἦ μευ καλὰ πατὴρ ὣς κήδεαι υἷος,
  10. ὃς τὸν ξεῖνον ἄνωγας ἀπὸ μεγάροιο διέσθαι
  11. μύθῳ ἀναγκαίῳ· μὴ τοῦτο θεὸς τελέσειε.