Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. οὗτοι γὰρ κλητοί γε βροτῶν ἐπʼ ἀπείρονα γαῖαν·
  2. πτωχὸν δʼ οὐκ ἄν τις καλέοι τρύξοντα ἓ αὐτόν.
  3. ἀλλʼ αἰεὶ χαλεπὸς περὶ πάντων εἶς μνηστήρων
  4. δμωσὶν Ὀδυσσῆος, πέρι δʼ αὖτʼ ἐμοί· αὐτὰρ ἐγώ γε
  5. οὐκ ἀλέγω, ἧός μοι ἐχέφρων Πηνελόπεια
  6. ζώει ἐνὶ μεγάροις καὶ Τηλέμαχος θεοειδής.
  7. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  8. σίγα, μή μοι τοῦτον ἀμείβεο πολλὰ ἔπεσσιν·
  9. Ἀντίνοος δʼ εἴωθε κακῶς ἐρεθιζέμεν αἰεὶ
  10. μύθοισιν χαλεποῖσιν, ἐποτρύνει δὲ καὶ ἄλλους.
  11. ἦ ῥα καὶ Ἀντίνοον ἔπεα πτερόεντα προσηύδα·
  12. Ἀντίνοʼ, ἦ μευ καλὰ πατὴρ ὣς κήδεαι υἷος,
  13. ὃς τὸν ξεῖνον ἄνωγας ἀπὸ μεγάροιο διέσθαι
  14. μύθῳ ἀναγκαίῳ· μὴ τοῦτο θεὸς τελέσειε.
  15. δός οἱ ἑλών· οὔ τοι φθονέω· κέλομαι γὰρ ἐγώ γε·
  16. μήτʼ οὖν μητέρʼ ἐμὴν ἅζευ τό γε μήτε τινʼ ἄλλον