Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἀμφὶ δὲ παιδὶ φίλῳ βάλε πήχεε δακρύσασα,
  2. κύσσε δέ μιν κεφαλήν τε καὶ ἄμφω φάεα καλά,
  3. καί ῥʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·
  4. ἦλθες, Τηλέμαχε, γλυκερὸν φάος. οὔ σʼ ἔτʼ ἐγώ γε
  5. ὄψεσθαι ἐφάμην, ἐπεὶ ᾤχεο νηῒ Πύλονδε
  6. λάθρη, ἐμεῦ ἀέκητι, φίλου μετὰ πατρὸς ἀκουήν.
  7. ἀλλʼ ἄγε μοι κατάλεξον ὅπως ἤντησας ὀπωπῆς.
  8. τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  9. μῆτερ ἐμή, μή μοι γόον ὄρνυθι μηδέ μοι ἦτορ
  10. ἐν στήθεσσιν ὄρινε φυγόντι περ αἰπὺν ὄλεθρον·
  11. ἀλλʼ ὑδρηναμένη, καθαρὰ χροῒ εἵμαθʼ ἑλοῦσα,
  12. εἰς ὑπερῷʼ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶν
  13. εὔχεο πᾶσι θεοῖσι τεληέσσας ἑκατόμβας
  14. ῥέξειν, αἴ κέ ποθι Ζεὺς ἄντιτα ἔργα τελέσσῃ.
  15. αὐτὰρ ἐγὼν ἀγορὴν ἐσελεύσομαι, ὄφρα καλέσσω
  16. ξεῖνον, ὅτις μοι κεῖθεν ἅμʼ ἕσπετο δεῦρο κιόντι.
  17. τὸν μὲν ἐγὼ προὔπεμψα σὺν ἀντιθέοις ἑτάροισι,
  18. Πείραιον δέ μιν ἠνώγεα προτὶ οἶκον ἄγοντα
  19. ἐνδυκέως φιλέειν καὶ τιέμεν, εἰς ὅ κεν ἔλθω.
  20. ὣς ἄρʼ ἐφώνησεν, τῇ δʼ ἄπτερος ἔπλετο μῦθος.
  21. ἡ δʼ ὑδρηναμένη, καθαρὰ χροῒ εἵμαθʼ ἑλοῦσα,
  22. εὔχετο πᾶσι θεοῖσι τεληέσσας ἑκατόμβας
  23. ῥέξειν, αἴ κέ ποθι Ζεὺς ἄντιτα ἔργα τελέσσῃ.
  24. Τηλέμαχος δʼ ἄρʼ ἔπειτα διὲκ μεγάροιο βεβήκει
  25. ἔγχος ἔχων· ἅμα τῷ γε δύω κύνες ἀργοὶ ἕποντο.
  26. θεσπεσίην δʼ ἄρα τῷ γε χάριν κατέχευεν Ἀθήνη·
  27. τὸν δʼ ἄρα πάντες λαοὶ ἐπερχόμενον θηεῦντο.
  28. ἀμφὶ δέ μιν μνηστῆρες ἀγήνορες ἠγερέθοντο
  29. ἔσθλʼ ἀγορεύοντες, κακὰ δὲ φρεσὶ βυσσοδόμευον.
  30. αὐτὰρ ὁ τῶν μὲν ἔπειτα ἀλεύατο πουλὺν ὅμιλον,
  31. ἀλλʼ ἵνα Μέντωρ ἧστο καὶ Ἄντιφος ἠδʼ Ἁλιθέρσης,
  32. οἵ τε οἱ ἐξ ἀρχῆς πατρώϊοι ἦσαν ἑταῖροι,
  33. ἔνθα καθέζετʼ ἰών· τοὶ δʼ ἐξερέεινον ἕκαστα.
  34. τοῖσι δὲ Πείραιος δουρικλυτὸς ἐγγύθεν ἦλθεν