Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὦ ἀρίγνωτε συβῶτα, τίη δὲ σὺ τόνδε πόλινδε
  2. ἤγαγες; ἦ οὐχ ἅλις ἧμιν ἀλήμονές εἰσι καὶ ἄλλοι,
  3. πτωχοὶ ἀνιηροί, δαιτῶν ἀπολυμαντῆρες;
  4. ἦ ὄνοσαι ὅτι τοι βίοτον κατέδουσιν ἄνακτος
  5. ἐνθάδʼ ἀγειρόμενοι, σὺ δὲ καὶ προτὶ τόνδʼ ἐκάλεσσας;
  6. τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
  7. Ἀντίνοʼ, οὐ μὲν καλὰ καὶ ἐσθλὸς ἐὼν ἀγορεύεις·
  8. τίς γὰρ δὴ ξεῖνον καλεῖ ἄλλοθεν αὐτὸς ἐπελθὼν
  9. ἄλλον γʼ, εἰ μὴ τῶν οἳ δημιοεργοὶ ἔασι,