Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. αὐτὸν δʼ οὐ σάφα οἶδα, πόθεν γένος εὔχεται εἶναι.
  2. ὣς ἔφατʼ, Ἀντίνοος δʼ ἔπεσιν νείκεσσε συβώτην·
  3. ὦ ἀρίγνωτε συβῶτα, τίη δὲ σὺ τόνδε πόλινδε
  4. ἤγαγες; ἦ οὐχ ἅλις ἧμιν ἀλήμονές εἰσι καὶ ἄλλοι,
  5. πτωχοὶ ἀνιηροί, δαιτῶν ἀπολυμαντῆρες;
  6. ἦ ὄνοσαι ὅτι τοι βίοτον κατέδουσιν ἄνακτος
  7. ἐνθάδʼ ἀγειρόμενοι, σὺ δὲ καὶ προτὶ τόνδʼ ἐκάλεσσας;
  8. τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
  9. Ἀντίνοʼ, οὐ μὲν καλὰ καὶ ἐσθλὸς ἐὼν ἀγορεύεις·
  10. τίς γὰρ δὴ ξεῖνον καλεῖ ἄλλοθεν αὐτὸς ἐπελθὼν
  11. ἄλλον γʼ, εἰ μὴ τῶν οἳ δημιοεργοὶ ἔασι,
  12. μάντιν ἢ ἰητῆρα κακῶν ἢ τέκτονα δούρων,
  13. ἢ καὶ θέσπιν ἀοιδόν, ὅ κεν τέρπῃσιν ἀείδων;
  14. οὗτοι γὰρ κλητοί γε βροτῶν ἐπʼ ἀπείρονα γαῖαν·
  15. πτωχὸν δʼ οὐκ ἄν τις καλέοι τρύξοντα ἓ αὐτόν.
  16. ἀλλʼ αἰεὶ χαλεπὸς περὶ πάντων εἶς μνηστήρων
  17. δμωσὶν Ὀδυσσῆος, πέρι δʼ αὖτʼ ἐμοί· αὐτὰρ ἐγώ γε
  18. οὐκ ἀλέγω, ἧός μοι ἐχέφρων Πηνελόπεια
  19. ζώει ἐνὶ μεγάροις καὶ Τηλέμαχος θεοειδής.
  20. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  21. σίγα, μή μοι τοῦτον ἀμείβεο πολλὰ ἔπεσσιν·
  22. Ἀντίνοος δʼ εἴωθε κακῶς ἐρεθιζέμεν αἰεὶ
  23. μύθοισιν χαλεποῖσιν, ἐποτρύνει δὲ καὶ ἄλλους.
  24. ἦ ῥα καὶ Ἀντίνοον ἔπεα πτερόεντα προσηύδα·
  25. Ἀντίνοʼ, ἦ μευ καλὰ πατὴρ ὣς κήδεαι υἷος,
  26. ὃς τὸν ξεῖνον ἄνωγας ἀπὸ μεγάροιο διέσθαι
  27. μύθῳ ἀναγκαίῳ· μὴ τοῦτο θεὸς τελέσειε.
  28. δός οἱ ἑλών· οὔ τοι φθονέω· κέλομαι γὰρ ἐγώ γε·
  29. μήτʼ οὖν μητέρʼ ἐμὴν ἅζευ τό γε μήτε τινʼ ἄλλον
  30. δμώων, οἳ κατὰ δώματʼ Ὀδυσσῆος θείοιο.
  31. ἀλλʼ οὔ τοι τοιοῦτον ἐνὶ στήθεσσι νόημα·