Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τοῦδε περὶ ξείνου· ἦ γάρ μιν πρόσθεν ὄπωπα.
  2. ἦ τοι μέν οἱ δεῦρο συβώτης ἡγεμόνευεν,
  3. αὐτὸν δʼ οὐ σάφα οἶδα, πόθεν γένος εὔχεται εἶναι.
  4. ὣς ἔφατʼ, Ἀντίνοος δʼ ἔπεσιν νείκεσσε συβώτην·
  5. ὦ ἀρίγνωτε συβῶτα, τίη δὲ σὺ τόνδε πόλινδε
  6. ἤγαγες; ἦ οὐχ ἅλις ἧμιν ἀλήμονές εἰσι καὶ ἄλλοι,
  7. πτωχοὶ ἀνιηροί, δαιτῶν ἀπολυμαντῆρες;
  8. ἦ ὄνοσαι ὅτι τοι βίοτον κατέδουσιν ἄνακτος
  9. ἐνθάδʼ ἀγειρόμενοι, σὺ δὲ καὶ προτὶ τόνδʼ ἐκάλεσσας;
  10. τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
  11. Ἀντίνοʼ, οὐ μὲν καλὰ καὶ ἐσθλὸς ἐὼν ἀγορεύεις·
  12. τίς γὰρ δὴ ξεῖνον καλεῖ ἄλλοθεν αὐτὸς ἐπελθὼν
  13. ἄλλον γʼ, εἰ μὴ τῶν οἳ δημιοεργοὶ ἔασι,
  14. μάντιν ἢ ἰητῆρα κακῶν ἢ τέκτονα δούρων,
  15. ἢ καὶ θέσπιν ἀοιδόν, ὅ κεν τέρπῃσιν ἀείδων;
  16. οὗτοι γὰρ κλητοί γε βροτῶν ἐπʼ ἀπείρονα γαῖαν·
  17. πτωχὸν δʼ οὐκ ἄν τις καλέοι τρύξοντα ἓ αὐτόν.
  18. ἀλλʼ αἰεὶ χαλεπὸς περὶ πάντων εἶς μνηστήρων
  19. δμωσὶν Ὀδυσσῆος, πέρι δʼ αὖτʼ ἐμοί· αὐτὰρ ἐγώ γε
  20. οὐκ ἀλέγω, ἧός μοι ἐχέφρων Πηνελόπεια
  21. ζώει ἐνὶ μεγάροις καὶ Τηλέμαχος θεοειδής.
  22. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  23. σίγα, μή μοι τοῦτον ἀμείβεο πολλὰ ἔπεσσιν·
  24. Ἀντίνοος δʼ εἴωθε κακῶς ἐρεθιζέμεν αἰεὶ
  25. μύθοισιν χαλεποῖσιν, ἐποτρύνει δὲ καὶ ἄλλους.
  26. ἦ ῥα καὶ Ἀντίνοον ἔπεα πτερόεντα προσηύδα·
  27. Ἀντίνοʼ, ἦ μευ καλὰ πατὴρ ὣς κήδεαι υἷος,
  28. ὃς τὸν ξεῖνον ἄνωγας ἀπὸ μεγάροιο διέσθαι
  29. μύθῳ ἀναγκαίῳ· μὴ τοῦτο θεὸς τελέσειε.
  30. δός οἱ ἑλών· οὔ τοι φθονέω· κέλομαι γὰρ ἐγώ γε·
  31. μήτʼ οὖν μητέρʼ ἐμὴν ἅζευ τό γε μήτε τινʼ ἄλλον
  32. δμώων, οἳ κατὰ δώματʼ Ὀδυσσῆος θείοιο.
  33. ἀλλʼ οὔ τοι τοιοῦτον ἐνὶ στήθεσσι νόημα·
  34. αὐτὸς γὰρ φαγέμεν πολὺ βούλεαι ἢ δόμεν ἄλλῳ.
  35. τὸν δʼ αὖτʼ Ἀντίνοος ἀπαμειβόμενος προσέειπε·
  36. Τηλέμαχʼ ὑψαγόρη, μένος ἄσχετε, ποῖον ἔειπες.
  37. εἴ οἱ τόσσον ἅπαντες ὀρέξειαν μνηστῆρες,
  38. καί κέν μιν τρεῖς μῆνας ἀπόπροθεν οἶκος ἐρύκοι.
  39. ὣς ἄρʼ ἔφη, καὶ θρῆνυν ἑλὼν ὑπέφηνε τραπέζης
  40. κείμενον, ᾧ ῥʼ ἔπεχεν λιπαροὺς πόδας εἰλαπινάζων·
  41. οἱ δʼ ἄλλοι πάντες δίδοσαν, πλῆσαν δʼ ἄρα πήρην
  42. σίτου καὶ κρειῶν· τάχα δὴ καὶ ἔμελλεν Ὀδυσσεὺς
  43. αὖτις ἐπʼ οὐδὸν ἰὼν προικὸς γεύσεσθαι Ἀχαιῶν·
  44. στῆ δὲ παρʼ Ἀντίνοον, καί μιν πρὸς μῦθον ἔειπε·
  45. δός, φίλος· οὐ μέν μοι δοκέεις ὁ κάκιστος Ἀχαιῶν
  46. ἔμμεναι, ἀλλʼ ὤριστος, ἐπεὶ βασιλῆϊ ἔοικας.
  47. τῷ σε χρὴ δόμεναι καὶ λώϊον ἠέ περ ἄλλοι
  48. σίτου· ἐγὼ δέ κέ σε κλείω κατʼ ἀπείρονα γαῖαν.
  49. καὶ γὰρ ἐγώ ποτε οἶκον ἐν ἀνθρώποισιν ἔναιον
  50. ὄλβιος ἀφνειὸν καὶ πολλάκι δόσκον ἀλήτῃ,
  51. τοίῳ ὁποῖος ἔοι καὶ ὅτευ κεχρημένος ἔλθοι·
  52. ἦσαν δὲ δμῶες μάλα μυρίοι ἄλλα τε πολλὰ
  53. οἷσίν τʼ εὖ ζώουσι καὶ ἀφνειοὶ καλέονται.
  54. ἀλλὰ Ζεὺς ἀλάπαξε Κρονίων—ἤθελε γάρ που—
  55. ὅς μʼ ἅμα ληϊστῆρσι πολυπλάγκτοισιν ἀνῆκεν
  56. Αἴγυπτόνδʼ ἰέναι, δολιχὴν ὁδόν, ὄφρʼ ἀπολοίμην.
  57. στῆσα δʼ ἐν Αἰγύπτῳ ποταμῷ νέας ἀμφιελίσσας.
  58. ἔνθʼ ἦ τοι μὲν ἐγὼ κελόμην ἐρίηρας ἑταίρους
  59. αὐτοῦ πὰρ νήεσσι μένειν καὶ νῆας ἔρυσθαι,
  60. ὀπτῆρας δὲ κατὰ σκοπιὰς ὤτρυνα νέεσθαι.
  61. οἱ δʼ ὕβρει εἴξαντες, ἐπισπόμενοι μένεϊ σφῷ,
  62. αἶψα μάλʼ Αἰγυπτίων ἀνδρῶν περικαλλέας ἀγροὺς
  63. πόρθεον, ἐκ δὲ γυναῖκας ἄγον καὶ νήπια τέκνα,
  64. αὐτούς τʼ ἔκτεινον· τάχα δʼ ἐς πόλιν ἵκετʼ ἀϋτή.
  65. οἱ δὲ βοῆς ἀΐοντες ἅμʼ ἠοῖ φαινομένηφιν
  66. ἦλθον· πλῆτο δὲ πᾶν πεδίον πεζῶν τε καὶ ἵππων
  67. χαλκοῦ τε στεροπῆς· ἐν δὲ Ζεὺς τερπικέραυνος
  68. φύζαν ἐμοῖς ἑτάροισι κακὴν βάλεν, οὐδέ τις ἔτλη
  69. στῆναι ἐναντίβιον· περὶ γὰρ κακὰ πάντοθεν ἔστη.
  70. ἔνθʼ ἡμέων πολλοὺς μὲν ἀπέκτανον ὀξέϊ χαλκῷ,
  71. τοὺς δʼ ἄναγον ζωούς, σφίσιν ἐργάζεσθαι ἀνάγκῃ.