Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. Ἀρτέμιδι ἰκέλη ἠὲ χρυσέῃ Ἀφροδίτῃ,
  2. ἀμφὶ δὲ παιδὶ φίλῳ βάλε πήχεε δακρύσασα,
  3. κύσσε δέ μιν κεφαλήν τε καὶ ἄμφω φάεα καλά,
  4. καί ῥʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·
  5. ἦλθες, Τηλέμαχε, γλυκερὸν φάος. οὔ σʼ ἔτʼ ἐγώ γε
  6. ὄψεσθαι ἐφάμην, ἐπεὶ ᾤχεο νηῒ Πύλονδε
  7. λάθρη, ἐμεῦ ἀέκητι, φίλου μετὰ πατρὸς ἀκουήν.
  8. ἀλλʼ ἄγε μοι κατάλεξον ὅπως ἤντησας ὀπωπῆς.
  9. τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  10. μῆτερ ἐμή, μή μοι γόον ὄρνυθι μηδέ μοι ἦτορ
  11. ἐν στήθεσσιν ὄρινε φυγόντι περ αἰπὺν ὄλεθρον·
  12. ἀλλʼ ὑδρηναμένη, καθαρὰ χροῒ εἵμαθʼ ἑλοῦσα,
  13. εἰς ὑπερῷʼ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶν
  14. εὔχεο πᾶσι θεοῖσι τεληέσσας ἑκατόμβας
  15. ῥέξειν, αἴ κέ ποθι Ζεὺς ἄντιτα ἔργα τελέσσῃ.
  16. αὐτὰρ ἐγὼν ἀγορὴν ἐσελεύσομαι, ὄφρα καλέσσω
  17. ξεῖνον, ὅτις μοι κεῖθεν ἅμʼ ἕσπετο δεῦρο κιόντι.
  18. τὸν μὲν ἐγὼ προὔπεμψα σὺν ἀντιθέοις ἑτάροισι,
  19. Πείραιον δέ μιν ἠνώγεα προτὶ οἶκον ἄγοντα
  20. ἐνδυκέως φιλέειν καὶ τιέμεν, εἰς ὅ κεν ἔλθω.
  21. ὣς ἄρʼ ἐφώνησεν, τῇ δʼ ἄπτερος ἔπλετο μῦθος.
  22. ἡ δʼ ὑδρηναμένη, καθαρὰ χροῒ εἵμαθʼ ἑλοῦσα,
  23. εὔχετο πᾶσι θεοῖσι τεληέσσας ἑκατόμβας
  24. ῥέξειν, αἴ κέ ποθι Ζεὺς ἄντιτα ἔργα τελέσσῃ.
  25. Τηλέμαχος δʼ ἄρʼ ἔπειτα διὲκ μεγάροιο βεβήκει
  26. ἔγχος ἔχων· ἅμα τῷ γε δύω κύνες ἀργοὶ ἕποντο.
  27. θεσπεσίην δʼ ἄρα τῷ γε χάριν κατέχευεν Ἀθήνη·
  28. τὸν δʼ ἄρα πάντες λαοὶ ἐπερχόμενον θηεῦντο.
  29. ἀμφὶ δέ μιν μνηστῆρες ἀγήνορες ἠγερέθοντο
  30. ἔσθλʼ ἀγορεύοντες, κακὰ δὲ φρεσὶ βυσσοδόμευον.
  31. αὐτὰρ ὁ τῶν μὲν ἔπειτα ἀλεύατο πουλὺν ὅμιλον,
  32. ἀλλʼ ἵνα Μέντωρ ἧστο καὶ Ἄντιφος ἠδʼ Ἁλιθέρσης,
  33. οἵ τε οἱ ἐξ ἀρχῆς πατρώϊοι ἦσαν ἑταῖροι,
  34. ἔνθα καθέζετʼ ἰών· τοὶ δʼ ἐξερέεινον ἕκαστα.
  35. τοῖσι δὲ Πείραιος δουρικλυτὸς ἐγγύθεν ἦλθεν
  36. ξεῖνον ἄγων ἀγορήνδε διὰ πτόλιν· οὐδʼ ἄρʼ ἔτι δὴν
  37. Τηλέμαχος ξείνοιο ἑκὰς τράπετʼ, ἀλλὰ παρέστη.
  38. τὸν καὶ Πείραιος πρότερος πρὸς μῦθον ἔειπε·
  39. Τηλέμαχʼ, αἶψʼ ὄτρυνον ἐμὸν ποτὶ δῶμα γυναῖκας,
  40. ὥς τοι δῶρʼ ἀποπέμψω, ἅ τοι Μενέλαος ἔδωκε.
  41. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  42. Πείραιʼ, οὐ γάρ τʼ ἴδμεν ὅπως ἔσται τάδε ἔργα.
  43. εἴ κεν ἐμὲ μνηστῆρες ἀγήνορες ἐν μεγάροισι
  44. λάθρη κτείναντες πατρώϊα πάντα δάσωνται,
  45. αὐτὸν ἔχοντά σε βούλομʼ ἐπαυρέμεν, ἤ τινα τῶνδε·
  46. εἰ δέ κʼ ἐγὼ τούτοισι φόνον καὶ κῆρα φυτεύσω,
  47. δὴ τότε μοι χαίροντι φέρειν πρὸς δώματα χαίρων.
  48. ὣς εἰπὼν ξεῖνον ταλαπείριον ἦγεν ἐς οἶκον.
  49. αὐτὰρ ἐπεί ῥʼ ἵκοντο δόμους εὖ ναιετάοντας,
  50. χλαίνας μὲν κατέθεντο κατὰ κλισμούς τε θρόνους τε,
  51. ἐς δʼ ἀσαμίνθους βάντες ἐϋξέστας λούσαντο.
  52. τοὺς δʼ ἐπεὶ οὖν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ,
  53. ἀμφὶ δʼ ἄρα χλαίνας οὔλας βάλον ἠδὲ χιτῶνας,
  54. ἔκ ῥʼ ἀσαμίνθων βάντες ἐπὶ κλισμοῖσι καθῖζον.
  55. χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα
  56. καλῇ χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος,
  57. νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.
  58. σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα,
  59. εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων.
  60. μήτηρ δʼ ἀντίον ἷζε παρὰ σταθμὸν μεγάροιο
  61. κλισμῷ κεκλιμένη, λέπτʼ ἠλάκατα στρωφῶσα.
  62. οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον,
  63. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
  64. τοῖσι δὲ μύθων ἦρχε περίφρων Πηνελόπεια·
  65. Τηλέμαχʼ, ἦ τοι ἐγὼν ὑπερώϊον εἰσαναβᾶσα
  66. λέξομαι εἰς εὐνήν, ἥ μοι στονόεσσα τέτυκται,
  67. αἰεὶ δάκρυσʼ ἐμοῖσι πεφυρμένη, ἐξ οὗ Ὀδυσσεὺς
  68. ᾤχεθʼ ἅμʼ Ἀτρεΐδῃσιν ἐς Ἴλιον· οὐδέ μοι ἔτλης,
  69. πρὶν ἐλθεῖν μνηστῆρας ἀγήνορας ἐς τόδε δῶμα,
  70. νόστον σοῦ πατρὸς σάφα εἰπέμεν, εἴ που ἄκουσας.
  71. τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  72. τοιγὰρ ἐγώ τοι, μῆτερ, ἀληθείην καταλέξω.
  73. ᾠχόμεθʼ ἔς τε Πύλον καὶ Νέστορα, ποιμένα λαῶν·
  74. δεξάμενος δέ με κεῖνος ἐν ὑψηλοῖσι δόμοισιν
  75. ἐνδυκέως ἐφίλει, ὡς εἴ τε πατὴρ ἑὸν υἱὸν
  76. ἐλθόντα χρόνιον νέον ἄλλοθεν· ὣς ἐμὲ κεῖνος
  77. ἐνδυκέως ἐκόμιζε σὺν υἱάσι κυδαλίμοισιν.
  78. αὐτὰρ Ὀδυσσῆος ταλασίφρονος οὔ ποτʼ ἔφασκεν,
  79. ζωοῦ οὐδὲ θανόντος, ἐπιχθονίων τευ ἀκοῦσαι·
  80. ἀλλά μʼ ἐς Ἀτρεΐδην, δουρικλειτὸν Μενέλαον,
  81. ἵπποισι προὔπεμψε καὶ ἅρμασι κολλητοῖσιν.
  82. ἔνθʼ ἴδον Ἀργείην Ἑλένην, ἧς εἵνεκα πολλὰ
  83. Ἀργεῖοι Τρῶές τε θεῶν ἰότητι μόγησαν.
  84. εἴρετο δʼ αὐτίκʼ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος
  85. ὅττευ χρηΐζων ἱκόμην Λακεδαίμονα δῖαν·
  86. αὐτὰρ ἐγὼ τῷ πᾶσαν ἀληθείην κατέλεξα·
  87. καὶ τότε δή με ἔπεσσιν ἀμειβόμενος προσέειπεν·
  88. ὢ πόποι, ἦ μάλα δὴ κρατερόφρονος ἀνδρὸς ἐν εὐνῇ
  89. ἤθελον εὐνηθῆναι, ἀνάλκιδες αὐτοὶ ἐόντες.
  90. ὡς δʼ ὁπότʼ ἐν ξυλόχῳ ἔλαφος κρατεροῖο λέοντος
  91. νεβροὺς κοιμήσασα νεηγενέας γαλαθηνοὺς
  92. κνημοὺς ἐξερέῃσι καὶ ἄγκεα ποιήεντα
  93. βοσκομένη, ὁ δʼ ἔπειτα ἑὴν εἰσήλυθεν εὐνήν,
  94. ἀμφοτέροισι δὲ τοῖσιν ἀεικέα πότμον ἐφῆκεν,
  95. ὣς Ὀδυσεὺς κείνοισιν ἀεικέα πότμον ἐφήσει.
  96. αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,
  97. τοῖος ἐὼν οἷός ποτʼ ἐϋκτιμένῃ ἐνὶ Λέσβῳ
  98. ἐξ ἔριδος Φιλομηλεΐδῃ ἐπάλαισεν ἀναστάς,
  99. κὰδ δʼ ἔβαλε κρατερῶς, κεχάροντο δὲ πάντες Ἀχαιοί,
  100. τοῖος ἐὼν μνηστῆρσιν ὁμιλήσειεν Ὀδυσσεύς·
  101. πάντες κʼ ὠκύμοροί τε γενοίατο πικρόγαμοί τε.
  102. ταῦτα δʼ ἅ μʼ εἰρωτᾷς καὶ λίσσεαι, οὐκ ἂν ἐγώ γε
  103. ἄλλα παρὲξ εἴποιμι παρακλιδὸν οὐδʼ ἀπατήσω,
  104. ἀλλὰ τὰ μέν μοι ἔειπε γέρων ἅλιος νημερτής,
  105. τῶν οὐδέν τοι ἐγὼ κρύψω ἔπος οὐδʼ ἐπικεύσω.
  106. φῆ μιν ὅ γʼ ἐν νήσῳ ἰδέειν κρατέρʼ ἄλγεʼ ἔχοντα,
  107. νύμφης ἐν μεγάροισι Καλυψοῦς, ἥ μιν ἀνάγκῃ