Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. οἱ δʼ ἐλεαίροντες δίδοσαν, καὶ ἐθάμβεον αὐτόν,
  2. ἀλλήλους τʼ εἴροντο τίς εἴη καὶ πόθεν ἔλθοι.
  3. τοῖσι δὲ καὶ μετέειπε Μελάνθιος, αἰπόλος αἰγῶν·
  4. κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης,
  5. τοῦδε περὶ ξείνου· ἦ γάρ μιν πρόσθεν ὄπωπα.