Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. βῆ δʼ ἴμεν αἰτήσων ἐνδέξια φῶτα ἕκαστον,
  2. πάντοσε χεῖρʼ ὀρέγων, ὡς εἰ πτωχὸς πάλαι εἴη.
  3. οἱ δʼ ἐλεαίροντες δίδοσαν, καὶ ἐθάμβεον αὐτόν,
  4. ἀλλήλους τʼ εἴροντο τίς εἴη καὶ πόθεν ἔλθοι.
  5. τοῖσι δὲ καὶ μετέειπε Μελάνθιος, αἰπόλος αἰγῶν·