Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. καὶ κύνεον ἀγαπαζόμεναι κεφαλήν τε καὶ ὤμους.
  2. ἡ δʼ ἴεν ἐκ θαλάμοιο περίφρων Πηνελόπεια,
  3. Ἀρτέμιδι ἰκέλη ἠὲ χρυσέῃ Ἀφροδίτῃ,
  4. ἀμφὶ δὲ παιδὶ φίλῳ βάλε πήχεε δακρύσασα,
  5. κύσσε δέ μιν κεφαλήν τε καὶ ἄμφω φάεα καλά,
  6. καί ῥʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·
  7. ἦλθες, Τηλέμαχε, γλυκερὸν φάος. οὔ σʼ ἔτʼ ἐγώ γε
  8. ὄψεσθαι ἐφάμην, ἐπεὶ ᾤχεο νηῒ Πύλονδε