Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. Τηλέμαχος δʼ ἐπὶ οἷ καλέσας προσέειπε συβώτην,
  2. ἄρτον τʼ οὖλον ἑλὼν περικαλλέος ἐκ κανέοιο
  3. καὶ κρέας, ὥς οἱ χεῖρες ἐχάνδανον ἀμφιβαλόντι·
  4. δὸς τῷ ξείνῳ ταῦτα φέρων αὐτόν τε κέλευε
  5. αἰτίζειν μάλα πάντας ἐποιχόμενον μνηστῆρας·