Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἀγχίμολον δὲ μετʼ αὐτὸν ἐδύσετο δώματʼ Ὀδυσσεύς,
  2. πτωχῷ λευγαλέῳ ἐναλίγκιος ἠδὲ γέροντι,
  3. σκηπτόμενος· τὰ δὲ λυγρὰ περὶ χροΐ εἵματα ἕστο.
  4. ἷζε δʼ ἐπὶ μελίνου οὐδοῦ ἔντοσθε θυράων,
  5. κλινάμενος σταθμῷ κυπαρισσίνῳ, ὅν ποτε τέκτων
  6. ξέσσεν ἐπισταμένως καὶ ἐπὶ στάθμην ἴθυνεν.
  7. Τηλέμαχος δʼ ἐπὶ οἷ καλέσας προσέειπε συβώτην,
  8. ἄρτον τʼ οὖλον ἑλὼν περικαλλέος ἐκ κανέοιο
  9. καὶ κρέας, ὥς οἱ χεῖρες ἐχάνδανον ἀμφιβαλόντι·
  10. δὸς τῷ ξείνῳ ταῦτα φέρων αὐτόν τε κέλευε
  11. αἰτίζειν μάλα πάντας ἐποιχόμενον μνηστῆρας·
  12. αἰδὼς δʼ οὐκ ἀγαθὴ κεχρημένῳ ἀνδρὶ παρεῖναι.
  13. ὣς φάτο, βῆ δὲ συφορβός, ἐπεὶ τὸν μῦθον ἄκουσεν,
  14. ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντʼ ἀγόρευε·
  15. Τηλέμαχός τοι, ξεῖνε, διδοῖ τάδε, καί σε κελεύει
  16. αἰτίζειν μάλα πάντας ἐποιχόμενον μνηστῆρας·
  17. αἰδῶ δʼ οὐκ ἀγαθήν φησʼ ἔμμεναι ἀνδρὶ προΐκτῃ.
  18. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  19. Ζεῦ ἄνα, Τηλέμαχόν μοι ἐν ἀνδράσιν ὄλβιον εἶναι,
  20. καί οἱ πάντα γένοιθʼ ὅσσα φρεσὶν ᾗσι μενοινᾷ.
  21. ἦ ῥα καὶ ἀμφοτέρῃσιν ἐδέξατο καὶ κατέθηκεν
  22. αὖθι ποδῶν προπάροιθεν, ἀεικελίης ἐπὶ πήρης,
  23. ἤσθιε δʼ ἧος ἀοιδὸς ἐνὶ μεγάροισιν ἄειδεν·
  24. εὖθʼ ὁ δεδειπνήκειν, ὁ δʼ ἐπαύετο θεῖος ἀοιδός.
  25. μνηστῆρες δʼ ὁμάδησαν ἀνὰ μέγαρʼ. αὐτὰρ Ἀθήνη,
  26. ἄγχι παρισταμένη Λαερτιάδην Ὀδυσῆα
  27. ὤτρυνʼ, ὡς ἂν πύρνα κατὰ μνηστῆρας ἀγείροι,
  28. γνοίη θʼ οἵ τινές εἰσιν ἐναίσιμοι οἵ τʼ ἀθέμιστοι·
  29. ἀλλʼ οὐδʼ ὥς τινʼ ἔμελλʼ ἀπαλεξήσειν κακότητος.
  30. βῆ δʼ ἴμεν αἰτήσων ἐνδέξια φῶτα ἕκαστον,
  31. πάντοσε χεῖρʼ ὀρέγων, ὡς εἰ πτωχὸς πάλαι εἴη.