Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. νεῦσʼ ἐπὶ οἷ καλέσας· ὁ δὲ παπτήνας ἕλε δίφρον
  2. κείμενον, ἔνθα τε δαιτρὸς ἐφίζεσκε κρέα πολλὰ
  3. δαιόμενος μνηστῆρσι δόμον κάτα δαινυμένοισι·
  4. τὸν κατέθηκε φέρων πρὸς Τηλεμάχοιο τράπεζαν
  5. ἀντίον, ἔνθα δʼ ἄρʼ αὐτὸς ἐφέζετο· τῷ δʼ ἄρα κῆρυξ
  6. μοῖραν ἑλὼν ἐτίθει κανέου τʼ ἐκ σῖτον ἀείρας.
  7. ἀγχίμολον δὲ μετʼ αὐτὸν ἐδύσετο δώματʼ Ὀδυσσεύς,
  8. πτωχῷ λευγαλέῳ ἐναλίγκιος ἠδὲ γέροντι,
  9. σκηπτόμενος· τὰ δὲ λυγρὰ περὶ χροΐ εἵματα ἕστο.
  10. ἷζε δʼ ἐπὶ μελίνου οὐδοῦ ἔντοσθε θυράων,
  11. κλινάμενος σταθμῷ κυπαρισσίνῳ, ὅν ποτε τέκτων
  12. ξέσσεν ἐπισταμένως καὶ ἐπὶ στάθμην ἴθυνεν.
  13. Τηλέμαχος δʼ ἐπὶ οἷ καλέσας προσέειπε συβώτην,
  14. ἄρτον τʼ οὖλον ἑλὼν περικαλλέος ἐκ κανέοιο
  15. καὶ κρέας, ὥς οἱ χεῖρες ἐχάνδανον ἀμφιβαλόντι·
  16. δὸς τῷ ξείνῳ ταῦτα φέρων αὐτόν τε κέλευε
  17. αἰτίζειν μάλα πάντας ἐποιχόμενον μνηστῆρας·