Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἥμισυ γάρ τʼ ἀρετῆς ἀποαίνυται εὐρύοπα Ζεὺς
  2. ἀνέρος, εὖτʼ ἄν μιν κατὰ δούλιον ἦμαρ ἕλῃσιν.
  3. ὣς εἰπὼν εἰσῆλθε δόμους εὖ ναιετάοντας,
  4. βῆ δʼ ἰθὺς μεγάροιο μετὰ μνηστῆρας ἀγαυούς.
  5. Ἄργον δʼ αὖ κατὰ μοῖρʼ ἔλαβεν μέλανος θανάτοιο,
  6. αὐτίκʼ ἰδόντʼ Ὀδυσῆα ἐεικοστῷ ἐνιαυτῷ.
  7. τὸν δὲ πολὺ πρῶτος ἴδε Τηλέμαχος θεοειδὴς
  8. ἐρχόμενον κατὰ δῶμα συβώτην, ὦκα δʼ ἔπειτα
  9. νεῦσʼ ἐπὶ οἷ καλέσας· ὁ δὲ παπτήνας ἕλε δίφρον