Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. καὶ λίην ἀνδρός γε κύων ὅδε τῆλε θανόντος.
  2. εἰ τοιόσδʼ εἴη ἠμὲν δέμας ἠδὲ καὶ ἔργα,
  3. οἷόν μιν Τροίηνδε κιὼν κατέλειπεν Ὀδυσσεύς,
  4. αἶψά κε θηήσαιο ἰδὼν ταχυτῆτα καὶ ἀλκήν.
  5. οὐ μὲν γάρ τι φύγεσκε βαθείης βένθεσιν ὕλης
  6. κνώδαλον, ὅττι δίοιτο· καὶ ἴχνεσι γὰρ περιῄδη·
  7. νῦν δʼ ἔχεται κακότητι, ἄναξ δέ οἱ ἄλλοθι πάτρης
  8. ὤλετο, τὸν δὲ γυναῖκες ἀκηδέες οὐ κομέουσι.
  9. δμῶες δʼ, εὖτʼ ἂν μηκέτʼ ἐπικρατέωσιν ἄνακτες,
  10. οὐκέτʼ ἔπειτʼ ἐθέλουσιν ἐναίσιμα ἐργάζεσθαι·
  11. ἥμισυ γάρ τʼ ἀρετῆς ἀποαίνυται εὐρύοπα Ζεὺς
  12. ἀνέρος, εὖτʼ ἄν μιν κατὰ δούλιον ἦμαρ ἕλῃσιν.
  13. ὣς εἰπὼν εἰσῆλθε δόμους εὖ ναιετάοντας,
  14. βῆ δʼ ἰθὺς μεγάροιο μετὰ μνηστῆρας ἀγαυούς.
  15. Ἄργον δʼ αὖ κατὰ μοῖρʼ ἔλαβεν μέλανος θανάτοιο,
  16. αὐτίκʼ ἰδόντʼ Ὀδυσῆα ἐεικοστῷ ἐνιαυτῷ.
  17. τὸν δὲ πολὺ πρῶτος ἴδε Τηλέμαχος θεοειδὴς
  18. ἐρχόμενον κατὰ δῶμα συβώτην, ὦκα δʼ ἔπειτα
  19. νεῦσʼ ἐπὶ οἷ καλέσας· ὁ δὲ παπτήνας ἕλε δίφρον
  20. κείμενον, ἔνθα τε δαιτρὸς ἐφίζεσκε κρέα πολλὰ
  21. δαιόμενος μνηστῆρσι δόμον κάτα δαινυμένοισι·
  22. τὸν κατέθηκε φέρων πρὸς Τηλεμάχοιο τράπεζαν
  23. ἀντίον, ἔνθα δʼ ἄρʼ αὐτὸς ἐφέζετο· τῷ δʼ ἄρα κῆρυξ
  24. μοῖραν ἑλὼν ἐτίθει κανέου τʼ ἐκ σῖτον ἀείρας.
  25. ἀγχίμολον δὲ μετʼ αὐτὸν ἐδύσετο δώματʼ Ὀδυσσεύς,
  26. πτωχῷ λευγαλέῳ ἐναλίγκιος ἠδὲ γέροντι,
  27. σκηπτόμενος· τὰ δὲ λυγρὰ περὶ χροΐ εἵματα ἕστο.
  28. ἷζε δʼ ἐπὶ μελίνου οὐδοῦ ἔντοσθε θυράων,
  29. κλινάμενος σταθμῷ κυπαρισσίνῳ, ὅν ποτε τέκτων
  30. ξέσσεν ἐπισταμένως καὶ ἐπὶ στάθμην ἴθυνεν.
  31. Τηλέμαχος δʼ ἐπὶ οἷ καλέσας προσέειπε συβώτην,
  32. ἄρτον τʼ οὖλον ἑλὼν περικαλλέος ἐκ κανέοιο
  33. καὶ κρέας, ὥς οἱ χεῖρες ἐχάνδανον ἀμφιβαλόντι·
  34. δὸς τῷ ξείνῳ ταῦτα φέρων αὐτόν τε κέλευε
  35. αἰτίζειν μάλα πάντας ἐποιχόμενον μνηστῆρας·
  36. αἰδὼς δʼ οὐκ ἀγαθὴ κεχρημένῳ ἀνδρὶ παρεῖναι.
  37. ὣς φάτο, βῆ δὲ συφορβός, ἐπεὶ τὸν μῦθον ἄκουσεν,
  38. ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντʼ ἀγόρευε·
  39. Τηλέμαχός τοι, ξεῖνε, διδοῖ τάδε, καί σε κελεύει
  40. αἰτίζειν μάλα πάντας ἐποιχόμενον μνηστῆρας·
  41. αἰδῶ δʼ οὐκ ἀγαθήν φησʼ ἔμμεναι ἀνδρὶ προΐκτῃ.
  42. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  43. Ζεῦ ἄνα, Τηλέμαχόν μοι ἐν ἀνδράσιν ὄλβιον εἶναι,
  44. καί οἱ πάντα γένοιθʼ ὅσσα φρεσὶν ᾗσι μενοινᾷ.
  45. ἦ ῥα καὶ ἀμφοτέρῃσιν ἐδέξατο καὶ κατέθηκεν
  46. αὖθι ποδῶν προπάροιθεν, ἀεικελίης ἐπὶ πήρης,
  47. ἤσθιε δʼ ἧος ἀοιδὸς ἐνὶ μεγάροισιν ἄειδεν·
  48. εὖθʼ ὁ δεδειπνήκειν, ὁ δʼ ἐπαύετο θεῖος ἀοιδός.
  49. μνηστῆρες δʼ ὁμάδησαν ἀνὰ μέγαρʼ. αὐτὰρ Ἀθήνη,
  50. ἄγχι παρισταμένη Λαερτιάδην Ὀδυσῆα
  51. ὤτρυνʼ, ὡς ἂν πύρνα κατὰ μνηστῆρας ἀγείροι,
  52. γνοίη θʼ οἵ τινές εἰσιν ἐναίσιμοι οἵ τʼ ἀθέμιστοι·
  53. ἀλλʼ οὐδʼ ὥς τινʼ ἔμελλʼ ἀπαλεξήσειν κακότητος.
  54. βῆ δʼ ἴμεν αἰτήσων ἐνδέξια φῶτα ἕκαστον,
  55. πάντοσε χεῖρʼ ὀρέγων, ὡς εἰ πτωχὸς πάλαι εἴη.
  56. οἱ δʼ ἐλεαίροντες δίδοσαν, καὶ ἐθάμβεον αὐτόν,
  57. ἀλλήλους τʼ εἴροντο τίς εἴη καὶ πόθεν ἔλθοι.
  58. τοῖσι δὲ καὶ μετέειπε Μελάνθιος, αἰπόλος αἰγῶν·
  59. κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης,
  60. τοῦδε περὶ ξείνου· ἦ γάρ μιν πρόσθεν ὄπωπα.
  61. ἦ τοι μέν οἱ δεῦρο συβώτης ἡγεμόνευεν,
  62. αὐτὸν δʼ οὐ σάφα οἶδα, πόθεν γένος εὔχεται εἶναι.
  63. ὣς ἔφατʼ, Ἀντίνοος δʼ ἔπεσιν νείκεσσε συβώτην·
  64. ὦ ἀρίγνωτε συβῶτα, τίη δὲ σὺ τόνδε πόλινδε
  65. ἤγαγες; ἦ οὐχ ἅλις ἧμιν ἀλήμονές εἰσι καὶ ἄλλοι,
  66. πτωχοὶ ἀνιηροί, δαιτῶν ἀπολυμαντῆρες;
  67. ἦ ὄνοσαι ὅτι τοι βίοτον κατέδουσιν ἄνακτος
  68. ἐνθάδʼ ἀγειρόμενοι, σὺ δὲ καὶ προτὶ τόνδʼ ἐκάλεσσας;
  69. τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
  70. Ἀντίνοʼ, οὐ μὲν καλὰ καὶ ἐσθλὸς ἐὼν ἀγορεύεις·
  71. τίς γὰρ δὴ ξεῖνον καλεῖ ἄλλοθεν αὐτὸς ἐπελθὼν
  72. ἄλλον γʼ, εἰ μὴ τῶν οἳ δημιοεργοὶ ἔασι,
  73. μάντιν ἢ ἰητῆρα κακῶν ἢ τέκτονα δούρων,
  74. ἢ καὶ θέσπιν ἀοιδόν, ὅ κεν τέρπῃσιν ἀείδων;
  75. οὗτοι γὰρ κλητοί γε βροτῶν ἐπʼ ἀπείρονα γαῖαν·
  76. πτωχὸν δʼ οὐκ ἄν τις καλέοι τρύξοντα ἓ αὐτόν.
  77. ἀλλʼ αἰεὶ χαλεπὸς περὶ πάντων εἶς μνηστήρων
  78. δμωσὶν Ὀδυσσῆος, πέρι δʼ αὖτʼ ἐμοί· αὐτὰρ ἐγώ γε
  79. οὐκ ἀλέγω, ἧός μοι ἐχέφρων Πηνελόπεια
  80. ζώει ἐνὶ μεγάροις καὶ Τηλέμαχος θεοειδής.
  81. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  82. σίγα, μή μοι τοῦτον ἀμείβεο πολλὰ ἔπεσσιν·
  83. Ἀντίνοος δʼ εἴωθε κακῶς ἐρεθιζέμεν αἰεὶ
  84. μύθοισιν χαλεποῖσιν, ἐποτρύνει δὲ καὶ ἄλλους.
  85. ἦ ῥα καὶ Ἀντίνοον ἔπεα πτερόεντα προσηύδα·
  86. Ἀντίνοʼ, ἦ μευ καλὰ πατὴρ ὣς κήδεαι υἷος,
  87. ὃς τὸν ξεῖνον ἄνωγας ἀπὸ μεγάροιο διέσθαι
  88. μύθῳ ἀναγκαίῳ· μὴ τοῦτο θεὸς τελέσειε.
  89. δός οἱ ἑλών· οὔ τοι φθονέω· κέλομαι γὰρ ἐγώ γε·
  90. μήτʼ οὖν μητέρʼ ἐμὴν ἅζευ τό γε μήτε τινʼ ἄλλον
  91. δμώων, οἳ κατὰ δώματʼ Ὀδυσσῆος θείοιο.
  92. ἀλλʼ οὔ τοι τοιοῦτον ἐνὶ στήθεσσι νόημα·
  93. αὐτὸς γὰρ φαγέμεν πολὺ βούλεαι ἢ δόμεν ἄλλῳ.
  94. τὸν δʼ αὖτʼ Ἀντίνοος ἀπαμειβόμενος προσέειπε·
  95. Τηλέμαχʼ ὑψαγόρη, μένος ἄσχετε, ποῖον ἔειπες.
  96. εἴ οἱ τόσσον ἅπαντες ὀρέξειαν μνηστῆρες,
  97. καί κέν μιν τρεῖς μῆνας ἀπόπροθεν οἶκος ἐρύκοι.
  98. ὣς ἄρʼ ἔφη, καὶ θρῆνυν ἑλὼν ὑπέφηνε τραπέζης
  99. κείμενον, ᾧ ῥʼ ἔπεχεν λιπαροὺς πόδας εἰλαπινάζων·
  100. οἱ δʼ ἄλλοι πάντες δίδοσαν, πλῆσαν δʼ ἄρα πήρην
  101. σίτου καὶ κρειῶν· τάχα δὴ καὶ ἔμελλεν Ὀδυσσεὺς
  102. αὖτις ἐπʼ οὐδὸν ἰὼν προικὸς γεύσεσθαι Ἀχαιῶν·
  103. στῆ δὲ παρʼ Ἀντίνοον, καί μιν πρὸς μῦθον ἔειπε·
  104. δός, φίλος· οὐ μέν μοι δοκέεις ὁ κάκιστος Ἀχαιῶν
  105. ἔμμεναι, ἀλλʼ ὤριστος, ἐπεὶ βασιλῆϊ ἔοικας.
  106. τῷ σε χρὴ δόμεναι καὶ λώϊον ἠέ περ ἄλλοι
  107. σίτου· ἐγὼ δέ κέ σε κλείω κατʼ ἀπείρονα γαῖαν.
  108. καὶ γὰρ ἐγώ ποτε οἶκον ἐν ἀνθρώποισιν ἔναιον
  109. ὄλβιος ἀφνειὸν καὶ πολλάκι δόσκον ἀλήτῃ,
  110. τοίῳ ὁποῖος ἔοι καὶ ὅτευ κεχρημένος ἔλθοι·
  111. ἦσαν δὲ δμῶες μάλα μυρίοι ἄλλα τε πολλὰ
  112. οἷσίν τʼ εὖ ζώουσι καὶ ἀφνειοὶ καλέονται.
  113. ἀλλὰ Ζεὺς ἀλάπαξε Κρονίων—ἤθελε γάρ που—
  114. ὅς μʼ ἅμα ληϊστῆρσι πολυπλάγκτοισιν ἀνῆκεν
  115. Αἴγυπτόνδʼ ἰέναι, δολιχὴν ὁδόν, ὄφρʼ ἀπολοίμην.
  116. στῆσα δʼ ἐν Αἰγύπτῳ ποταμῷ νέας ἀμφιελίσσας.
  117. ἔνθʼ ἦ τοι μὲν ἐγὼ κελόμην ἐρίηρας ἑταίρους
  118. αὐτοῦ πὰρ νήεσσι μένειν καὶ νῆας ἔρυσθαι,
  119. ὀπτῆρας δὲ κατὰ σκοπιὰς ὤτρυνα νέεσθαι.
  120. οἱ δʼ ὕβρει εἴξαντες, ἐπισπόμενοι μένεϊ σφῷ,
  121. αἶψα μάλʼ Αἰγυπτίων ἀνδρῶν περικαλλέας ἀγροὺς
  122. πόρθεον, ἐκ δὲ γυναῖκας ἄγον καὶ νήπια τέκνα,
  123. αὐτούς τʼ ἔκτεινον· τάχα δʼ ἐς πόλιν ἵκετʼ ἀϋτή.
  124. οἱ δὲ βοῆς ἀΐοντες ἅμʼ ἠοῖ φαινομένηφιν
  125. ἦλθον· πλῆτο δὲ πᾶν πεδίον πεζῶν τε καὶ ἵππων
  126. χαλκοῦ τε στεροπῆς· ἐν δὲ Ζεὺς τερπικέραυνος
  127. φύζαν ἐμοῖς ἑτάροισι κακὴν βάλεν, οὐδέ τις ἔτλη
  128. στῆναι ἐναντίβιον· περὶ γὰρ κακὰ πάντοθεν ἔστη.
  129. ἔνθʼ ἡμέων πολλοὺς μὲν ἀπέκτανον ὀξέϊ χαλκῷ,
  130. τοὺς δʼ ἄναγον ζωούς, σφίσιν ἐργάζεσθαι ἀνάγκῃ.
  131. αὐτὰρ ἔμʼ ἐς Κύπρον ξείνῳ δόσαν ἀντιάσαντι,
  132. Δμήτορι Ἰασίδῃ, ὃς Κύπρου ἶφι ἄνασσεν·
  133. ἔνθεν δὴ νῦν δεῦρο τόδʼ ἵκω πήματα πάσχων.
  134. τὸν δʼ αὖτʼ Ἀντίνοος ἀπαμείβετο φώνησέν τε·
  135. τίς δαίμων τόδε πῆμα προσήγαγε, δαιτὸς ἀνίην;
  136. στῆθʼ οὕτως ἐς μέσσον, ἐμῆς ἀπάνευθε τραπέζης,
  137. μὴ τάχα πικρὴν Αἴγυπτον καὶ Κύπρον ἵκηαι·
  138. ὥς τις θαρσαλέος καὶ ἀναιδής ἐσσι προΐκτης.
  139. ἑξείης πάντεσσι παρίστασαι· οἱ δὲ διδοῦσι
  140. μαψιδίως, ἐπεὶ οὔ τις ἐπίσχεσις οὐδʼ ἐλεητὺς
  141. ἀλλοτρίων χαρίσασθαι, ἐπεὶ πάρα πολλὰ ἑκάστῳ.
  142. τὸν δʼ ἀναχωρήσας προσέφη πολύμητις Ὀδυσσεύς·
  143. ὢ πόποι, οὐκ ἄρα σοί γʼ ἐπὶ εἴδεϊ καὶ φρένες ἦσαν·
  144. οὐ σύ γʼ ἂν ἐξ οἴκου σῷ ἐπιστάτῃ οὐδʼ ἅλα δοίης,
  145. ὃς νῦν ἀλλοτρίοισι παρήμενος οὔ τί μοι ἔτλης
  146. σίτου ἀποπροελὼν δόμεναι· τὰ δὲ πολλὰ πάρεστιν.
  147. ὣς ἔφατʼ, Ἀντίνοος δʼ ἐχολώσατο κηρόθι μᾶλλον,
  148. καί μιν ὑπόδρα ἰδὼν ἔπεα πτερόεντα προσηύδα·
  149. νῦν δή σʼ οὐκέτι καλὰ διὲκ μεγάροιό γʼ ὀΐω
  150. ἂψ ἀναχωρήσειν, ὅτε δὴ καὶ ὀνείδεα βάζεις.
  151. ὣς ἄρʼ ἔφη, καὶ θρῆνυν ἑλὼν βάλε δεξιὸν ὦμον,
  152. πρυμνότατον κατὰ νῶτον· ὁ δʼ ἐστάθη ἠΰτε πέτρη
  153. ἔμπεδον, οὐδʼ ἄρα μιν σφῆλεν βέλος Ἀντινόοιο,
  154. ἀλλʼ ἀκέων κίνησε κάρη, κακὰ βυσσοδομεύων.
  155. ἂψ δʼ ὅ γʼ ἐπʼ οὐδὸν ἰὼν κατʼ ἄρʼ ἕζετο, κὰδ δʼ ἄρα πήρην
  156. θῆκεν ἐϋπλείην, μετὰ δὲ μνηστῆρσιν ἔειπε·
  157. κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης,
  158. ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
  159. οὐ μὰν οὔτʼ ἄχος ἐστὶ μετὰ φρεσὶν οὔτε τι πένθος,
  160. ὁππότʼ ἀνὴρ περὶ οἷσι μαχειόμενος κτεάτεσσι
  161. βλήεται, ἢ περὶ βουσὶν ἢ ἀργεννῇς ὀΐεσσιν·
  162. αὐτὰρ ἔμʼ Ἀντίνοος βάλε γαστέρος εἵνεκα λυγρῆς,
  163. οὐλομένης, ἣ πολλὰ κάκʼ ἀνθρώποισι δίδωσιν.
  164. ἀλλʼ εἴ που πτωχῶν γε θεοὶ καὶ Ἐρινύες εἰσίν,
  165. Ἀντίνοον πρὸ γάμοιο τέλος θανάτοιο κιχείη.
  166. τὸν δʼ αὖτʼ Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός·
  167. ἔσθιʼ ἕκηλος, ξεῖνε, καθήμενος, ἢ ἄπιθʼ ἄλλῃ,
  168. μή σε νέοι διὰ δώματʼ ἐρύσσωσʼ, οἷʼ ἀγορεύεις,
  169. ἢ ποδὸς ἢ καὶ χειρός, ἀποδρύψωσι δὲ πάντα.
  170. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ὑπερφιάλως νεμέσησαν·
  171. ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων·
  172. Ἀντίνοʼ, οὐ μὲν κάλʼ ἔβαλες δύστηνον ἀλήτην,
  173. οὐλόμενʼ, εἰ δή πού τις ἐπουράνιος θεός ἐστιν.
  174. καί τε θεοὶ ξείνοισιν ἐοικότες ἀλλοδαποῖσι,
  175. παντοῖοι τελέθοντες, ἐπιστρωφῶσι πόληας,
  176. ἀνθρώπων ὕβριν τε καὶ εὐνομίην ἐφορῶντες.
  177. ὣς ἄρʼ ἔφαν μνηστῆρες, ὁ δʼ οὐκ ἐμπάζετο μύθων.
  178. Τηλέμαχος δʼ ἐν μὲν κραδίῃ μέγα πένθος ἄεξε
  179. βλημένου, οὐδʼ ἄρα δάκρυ χαμαὶ βάλεν ἐκ βλεφάροιϊν,
  180. ἀλλʼ ἀκέων κίνησε κάρη, κακὰ βυσσοδομεύων.
  181. τοῦ δʼ ὡς οὖν ἤκουσε περίφρων Πηνελόπεια
  182. βλημένου ἐν μεγάρῳ, μετʼ ἄρα δμῳῇσιν ἔειπεν·
  183. αἴθʼ οὕτως αὐτόν σε βάλοι κλυτότοξος Ἀπόλλων.
  184. τὴν δʼ αὖτʼ Εὐρυνόμη ταμίη πρὸς μῦθον ἔειπεν·
  185. εἰ γὰρ ἐπʼ ἀρῇσιν τέλος ἡμετέρῃσι γένοιτο·
  186. οὐκ ἄν τις τούτων γε ἐΰθρονον Ἠῶ ἵκοιτο.
  187. τὴν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
  188. μαῖʼ, ἐχθροὶ μὲν πάντες, ἐπεὶ κακὰ μηχανόωνται·
  189. Ἀντίνοος δὲ μάλιστα μελαίνῃ κηρὶ ἔοικε.
  190. ξεῖνός τις δύστηνος ἀλητεύει κατὰ δῶμα
  191. ἀνέρας αἰτίζων· ἀχρημοσύνη γὰρ ἀνώγει·
  192. ἔνθʼ ἄλλοι μὲν πάντες ἐνέπλησάν τʼ ἔδοσάν τε,
  193. οὗτος δὲ θρήνυι πρυμνὸν βάλε δεξιὸν ὦμον.
  194. ἡ μὲν ἄρʼ ὣς ἀγόρευε μετὰ δμῳῇσι γυναιξίν,
  195. ἡμένη ἐν θαλάμῳ· ὁ δʼ ἐδείπνεε δῖος Ὀδυσσεύς·
  196. ἡ δʼ ἐπὶ οἷ καλέσασα προσηύδα δῖον ὑφορβόν·
  197. ἔρχεο, δῖʼ Εὔμαιε, κιὼν τὸν ξεῖνον ἄνωχθι
  198. ἐλθέμεν, ὄφρα τί μιν προσπτύξομαι ἠδʼ ἐρέωμαι
  199. εἴ που Ὀδυσσῆος ταλασίφρονος ἠὲ πέπυσται
  200. ἢ ἴδεν ὀφθαλμοῖσι· πολυπλάγκτῳ γὰρ ἔοικε.
  201. τὴν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα
  202. εἰ γάρ τοι, βασίλεια, σιωπήσειαν Ἀχαιοί·
  203. οἷʼ ὅ γε μυθεῖται, θέλγοιτό κέ τοι φίλον ἦτορ.
  204. τρεῖς γὰρ δή μιν νύκτας ἔχον, τρία δʼ ἤματʼ ἔρυξα
  205. ἐν κλισίῃ· πρῶτον γὰρ ἔμʼ ἵκετο νηὸς ἀποδράς·
  206. ἀλλʼ οὔ πω κακότητα διήνυσεν ἣν ἀγορεύων.
  207. ὡς δʼ ὅτʼ ἀοιδὸν ἀνὴρ ποτιδέρκεται, ὅς τε θεῶν ἒξ
  208. ἀείδει δεδαὼς ἔπεʼ ἱμερόεντα βροτοῖσι,
  209. τοῦ δʼ ἄμοτον μεμάασιν ἀκουέμεν, ὁππότʼ ἀείδῃ·
  210. ὣς ἐμὲ κεῖνος ἔθελγε παρήμενος ἐν μεγάροισι.
  211. φησὶ δʼ Ὀδυσσῆος ξεῖνος πατρώϊος εἶναι,
  212. Κρήτῃ ναιετάων, ὅθι Μίνωος γένος ἐστίν.
  213. ἔνθεν δὴ νῦν δεῦρο τόδʼ ἵκετο πήματα πάσχων,
  214. προπροκυλινδόμενος· στεῦται δʼ Ὀδυσῆος ἀκοῦσαι,
  215. ἀγχοῦ, Θεσπρωτῶν ἀνδρῶν ἐν πίονι δήμῳ,
  216. ζωοῦ· πολλὰ δʼ ἄγει κειμήλια ὅνδε δόμονδε.
  217. τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
  218. ἔρχεο, δεῦρο κάλεσσον, ἵνʼ ἀντίον αὐτὸς ἐνίσπῃ.
  219. οὗτοι δʼ ἠὲ θύρῃσι καθήμενοι ἑψιαάσθων.
  220. ἢ αὐτοῦ κατὰ δώματʼ, ἐπεί σφισι θυμὸς ἐΰφρων.
  221. αὐτῶν μὲν γὰρ κτήματʼ ἀκήρατα κεῖτʼ ἐνὶ οἴκῳ,
  222. σῖτος καὶ μέθυ ἡδύ· τὰ μὲν οἰκῆες ἔδουσιν,
  223. οἱ δʼ εἰς ἡμέτερον πωλεύμενοι ἤματα πάντα,
  224. βοῦς ἱερεύοντες καὶ ὄϊς καὶ πίονας αἶγας,
  225. εἰλαπινάζουσιν πίνουσί τε αἴθοπα οἶνον,
  226. μαψιδίως· τὰ δὲ πολλὰ κατάνεται. οὐ γὰρ ἔπʼ ἀνήρ,
  227. οἷος Ὀδυσσεὺς ἔσκεν, ἀρὴν ἀπὸ οἴκου ἀμῦναι.
  228. εἰ δʼ Ὀδυσεὺς ἔλθοι καὶ ἵκοιτʼ ἐς πατρίδα γαῖαν,
  229. αἶψά κε σὺν ᾧ παιδὶ βίας ἀποτίσεται ἀνδρῶν.
  230. ὣς φάτο, Τηλέμαχος δὲ μέγʼ ἔπταρεν, ἀμφὶ δὲ δῶμα
  231. σμερδαλέον κονάβησε· γέλασσε δὲ Πηνελόπεια,
  232. αἶψα δʼ ἄρʼ Εὔμαιον ἔπεα πτερόεντα προσηύδα·
  233. ἔρχεό μοι, τὸν ξεῖνον ἐναντίον ὧδε κάλεσσον.
  234. οὐχ ὁράᾳς ὅ μοι υἱὸς ἐπέπταρε πᾶσιν ἔπεσσι;
  235. τῷ κε καὶ οὐκ ἀτελὴς θάνατος μνηστῆρσι γένοιτο
  236. πᾶσι μάλʼ, οὐδέ κέ τις θάνατον καὶ κῆρας ἀλύξει.
  237. ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·
  238. αἴ κʼ αὐτὸν γνώω νημερτέα πάντʼ ἐνέποντα,
  239. ἕσσω μιν χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά.
  240. ὣς φάτο, βῆ δὲ συφορβός, ἐπεὶ τὸν μῦθον ἄκουσεν·
  241. ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·
  242. ξεῖνε πάτερ, καλέει σε περίφρων Πηνελόπεια,
  243. μήτηρ Τηλεμάχοιο· μεταλλῆσαί τί ἑ θυμὸς
  244. ἀμφὶ πόσει κέλεται, καὶ κήδεά περ πεπαθυίῃ.
  245. εἰ δέ κέ σε γνώῃ νημερτέα πάντʼ ἐνέποντα,
  246. ἕσσει σε χλαῖνάν τε χιτῶνά τε, τῶν σὺ μάλιστα
  247. χρηΐζεις· σῖτον δὲ καὶ αἰτίζων κατὰ δῆμον
  248. γαστέρα βοσκήσεις· δώσει δέ τοι ὅς κʼ ἐθέλῃσι.
  249. τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·
  250. Εὔμαιʼ, αἶψά κʼ ἐγὼ νημερτέα πάντʼ ἐνέποιμι
  251. κούρῃ Ἰκαρίοιο, περίφρονι Πηνελοπείῃ·
  252. οἶδα γὰρ εὖ περὶ κείνου, ὁμὴν δʼ ἀνεδέγμεθʼ ὀϊζύν.
  253. ἀλλὰ μνηστήρων χαλεπῶν ὑποδείδιʼ ὅμιλον,
  254. τῶν ὕβρις τε βίη τε σιδήρεον οὐρανὸν ἵκει.
  255. καὶ γὰρ νῦν, ὅτε μʼ οὗτος ἀνὴρ κατὰ δῶμα κιόντα
  256. οὔ τι κακὸν ῥέξαντα βαλὼν ὀδύνῃσιν ἔδωκεν,
  257. οὔτε τι Τηλέμαχος τό γʼ ἐπήρκεσεν οὔτε τις ἄλλος.
  258. τῷ νῦν Πηνελόπειαν ἐνὶ μεγάροισιν ἄνωχθι
  259. μεῖναι, ἐπειγομένην περ, ἐς ἠέλιον καταδύντα·
  260. καὶ τότε μʼ εἰρέσθω πόσιος πέρι νόστιμον ἦμαρ,
  261. ἀσσοτέρω καθίσασα παραὶ πυρί· εἵματα γάρ τοι
  262. λύγρʼ ἔχω· οἶσθα καὶ αὐτός, ἐπεί σε πρῶθʼ ἱκέτευσα.
  263. ὣς φάτο, βῆ δὲ συφορβός, ἐπεὶ τὸν μῦθον ἄκουσε.
  264. τὸν δʼ ὑπὲρ οὐδοῦ βάντα προσηύδα Πηνελόπεια·
  265. οὐ σύ γʼ ἄγεις, Εὔμαιε· τί τοῦτʼ ἐνόησεν ἀλήτης;
  266. ἦ τινά που δείσας ἐξαίσιον ἦε καὶ ἄλλως
  267. αἰδεῖται κατὰ δῶμα; κακὸς δʼ αἰδοῖος ἀλήτης.
  268. τὴν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
  269. μυθεῖται κατὰ μοῖραν, ἅ πέρ κʼ οἴοιτο καὶ ἄλλος,
  270. ὕβριν ἀλυσκάζων ἀνδρῶν ὑπερηνορεόντων.
  271. ἀλλά σε μεῖναι ἄνωγεν ἐς ἠέλιον καταδύντα.
  272. καὶ δὲ σοὶ ὧδʼ αὐτῇ πολὺ κάλλιον, ὦ βασίλεια,
  273. οἴην πρὸς ξεῖνον φάσθαι ἔπος ἠδʼ ἐπακοῦσαι.
  274. τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
  275. οὐκ ἄφρων ὁ ξεῖνος· ὀΐεται, ὥς περ ἂν εἴη·
  276. οὐ γάρ πού τινες ὧδε καταθνητῶν ἀνθρώπων
  277. ἀνέρες ὑβρίζοντες ἀτάσθαλα μηχανόωνται.
  278. ἡ μὲν ἄρʼ ὣς ἀγόρευεν, ὁ δʼ ᾤχετο δῖος ὑφορβὸς
  279. μνηστήρων ἐς ὅμιλον, ἐπεὶ διεπέφραδε πάντα.
  280. αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα,
  281. ἄγχι σχὼν κεφαλήν, ἵνα μὴ πευθοίαθʼ οἱ ἄλλοι·
  282. ὦ φίλʼ, ἐγὼ μὲν ἄπειμι, σύας καὶ κεῖνα φυλάξων,
  283. σὸν καὶ ἐμὸν βίοτον· σοὶ δʼ ἐνθάδε πάντα μελόντων.
  284. αὐτὸν μέν σε πρῶτα σάω, καὶ φράζεο θυμῷ
  285. μή τι πάθῃς· πολλοὶ δὲ κακὰ φρονέουσιν Ἀχαιῶν,
  286. τοὺς Ζεὺς ἐξολέσειε πρὶν ἡμῖν πῆμα γενέσθαι.
  287. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  288. ἔσσεται οὕτως, ἄττα· σὺ δʼ ἔρχεο δειελιήσας·
  289. ἠῶθεν δʼ ἰέναι καὶ ἄγειν ἱερήϊα καλά·
  290. αὐτὰρ ἐμοὶ τάδε πάντα καὶ ἀθανάτοισι μελήσει.
  291. ὣς φάθʼ, ὁ δʼ αὖτις ἄρʼ ἕζετʼ ἐϋξέστου ἐπὶ δίφρου,
  292. πλησάμενος δʼ ἄρα θυμὸν ἐδητύος ἠδὲ ποτῆτος
  293. βῆ ῥʼ ἴμεναι μεθʼ ὕας, λίπε δʼ ἕρκεά τε μέγαρόν τε,
  294. πλεῖον δαιτυμόνων· οἱ δʼ ὀρχηστυῖ καὶ ἀοιδῇ
  295. τέρποντʼ· ἤδη γὰρ καὶ ἐπήλυθε δείελον ἦμαρ.
  1. ἦλθε δʼ ἐπὶ πτωχὸς πανδήμιος, ὃς κατὰ ἄστυ
  2. πτωχεύεσκʼ Ἰθάκης, μετὰ δʼ ἔπρεπε γαστέρι μάργῃ
  3. ἀζηχὲς φαγέμεν καὶ πιέμεν· οὐδέ οἱ ἦν ἲς
  4. οὐδὲ βίη, εἶδος δὲ μάλα μέγας ἦν ὁράασθαι.
  5. Ἀρναῖος δʼ ὄνομʼ ἔσκε· τὸ γὰρ θέτο πότνια μήτηρ
  6. ἐκ γενετῆς· Ἶρον δὲ νέοι κίκλησκον ἅπαντες,
  7. οὕνεκʼ ἀπαγγέλλεσκε κιών, ὅτε πού τις ἀνώγοι·
  8. ὅς ῥʼ ἐλθὼν Ὀδυσῆα διώκετο οἷο δόμοιο,
  9. καί μιν νεικείων ἔπεα πτερόεντα προσηύδα·
  10. εἶκε, γέρον, προθύρου, μὴ δὴ τάχα καὶ ποδὸς ἕλκῃ.
  11. οὐκ ἀΐεις ὅτι δή μοι ἐπιλλίζουσιν ἅπαντες,
  12. ἑλκέμεναι δὲ κέλονται; ἐγὼ δʼ αἰσχύνομαι ἔμπης.
  13. ἀλλʼ ἄνα, μὴ τάχα νῶϊν ἔρις καὶ χερσὶ γένηται.
  14. τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·
  15. δαιμόνιʼ, οὔτε τί σε ῥέζω κακὸν οὔτʼ ἀγορεύω,
  16. οὔτε τινὰ φθονέω δόμεναι καὶ πόλλʼ ἀνελόντα.
  17. οὐδὸς δʼ ἀμφοτέρους ὅδε χείσεται, οὐδέ τί σε χρὴ
  18. ἀλλοτρίων φθονέειν· δοκέεις δέ μοι εἶναι ἀλήτης
  19. ὥς περ ἐγών, ὄλβον δὲ θεοὶ μέλλουσιν ὀπάζειν.
  20. χερσὶ δὲ μή τι λίην προκαλίζεο, μή με χολώσῃς,
  21. μή σε γέρων περ ἐὼν στῆθος καὶ χείλεα φύρσω
  22. αἵματος· ἡσυχίη δʼ ἂν ἐμοὶ καὶ μᾶλλον ἔτʼ εἴη
  23. αὔριον· οὐ μὲν γάρ τί σʼ ὑποστρέψεσθαι ὀΐω
  24. δεύτερον ἐς μέγαρον Λαερτιάδεω Ὀδυσῆος.
  25. τὸν δὲ χολωσάμενος προσεφώνεεν Ἶρος ἀλήτης·
  26. ὢ πόποι, ὡς ὁ μολοβρὸς ἐπιτροχάδην ἀγορεύει,
  27. γρηῒ καμινοῖ ἶσος· ὃν ἂν κακὰ μητισαίμην
  28. κόπτων ἀμφοτέρῃσι, χαμαὶ δέ κε πάντας ὀδόντας
  29. γναθμῶν ἐξελάσαιμι συὸς ὣς ληϊβοτείρης.
  30. ζῶσαι νῦν, ἵνα πάντες ἐπιγνώωσι καὶ οἵδε
  31. μαρναμένους· πῶς δʼ ἂν σὺ νεωτέρῳ ἀνδρὶ μάχοιο;
  32. ὣς οἱ μὲν προπάροιθε θυράων ὑψηλάων
  33. οὐδοῦ ἔπι ξεστοῦ πανθυμαδὸν ὀκριόωντο.
  34. τοῖϊν δὲ ξυνέηχʼ ἱερὸν μένος Ἀντινόοιο,
  35. ἡδὺ δʼ ἄρʼ ἐκγελάσας μετεφώνει μνηστήρεσσιν·
  36. ὦ φίλοι, οὐ μέν πώ τι πάρος τοιοῦτον ἐτύχθη,
  37. οἵην τερπωλὴν θεὸς ἤγαγεν ἐς τόδε δῶμα.
  38. ὁ ξεῖνός τε καὶ Ἶρος ἐρίζετον ἀλλήλοιϊν
  39. χερσὶ μαχέσσασθαι· ἀλλὰ ξυνελάσσομεν ὦκα.
  40. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀνήϊξαν γελόωντες,
  41. ἀμφὶ δʼ ἄρα πτωχοὺς κακοείμονας ἠγερέθοντο.
  42. τοῖσιν δʼ Ἀντίνοος μετέφη, Εὐπείθεος υἱός·
  43. κέκλυτέ μευ, μνηστῆρες ἀγήνορες, ὄφρα τι εἴπω.
  44. γαστέρες αἵδʼ αἰγῶν κέατʼ ἐν πυρί, τὰς ἐπὶ δόρπῳ
  45. κατθέμεθα κνίσης τε καὶ αἵματος ἐμπλήσαντες·
  46. ὁππότερος δέ κε νικήσῃ κρείσσων τε γένηται,
  47. τάων ἥν κʼ ἐθέλῃσιν ἀναστὰς αὐτὸς ἑλέσθω·
  48. αἰεὶ αὖθʼ ἡμῖν μεταδαίσεται, οὐδέ τινʼ ἄλλον
  49. πτωχὸν ἔσω μίσγεσθαι ἐάσομεν αἰτήσοντα.
  50. ὣς ἔφατʼ Ἀντίνοος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος.
  51. τοῖς δὲ δολοφρονέων μετέφη πολύμητις Ὀδυσσεύς·
  52. ὦ φίλοι, οὔ πως ἔστι νεωτέρῳ ἀνδρὶ μάχεσθαι
  53. ἄνδρα γέροντα, δύῃ ἀρημένον· ἀλλά με γαστὴρ
  54. ὀτρύνει κακοεργός, ἵνα πληγῇσι δαμείω.
  55. ἀλλʼ ἄγε νῦν μοι πάντες ὀμόσσατε καρτερὸν ὅρκον,
  56. μή τις ἐπʼ Ἴρῳ ἦρα φέρων ἐμὲ χειρὶ βαρείῃ
  57. πλήξῃ ἀτασθάλλων, τούτῳ δέ με ἶφι δαμάσσῃ.
  58. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀπώμνυον ὡς ἐκέλευεν.
  59. αὐτὰρ ἐπεί ῥʼ ὄμοσάν τε τελεύτησάν τε τὸν ὅρκον,
  60. τοῖς δʼ αὖτις μετέειφʼ ἱερὴ ἲς Τηλεμάχοιο·
  61. ξεῖνʼ, εἴ σʼ ὀτρύνει κραδίη καὶ θυμὸς ἀγήνωρ
  62. τοῦτον ἀλέξασθαι, τῶν δʼ ἄλλων μή τινʼ Ἀχαιῶν
  63. δείδιθʼ, ἐπεὶ πλεόνεσσι μαχήσεται ὅς κέ σε θείνῃ·
  64. ξεινοδόκος μὲν ἐγών, ἐπὶ δʼ αἰνεῖτον βασιλῆες,
  65. Ἀντίνοός τε καὶ Εὐρύμαχος, πεπνυμένω ἄμφω.
  66. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπῄνεον· αὐτὰρ Ὀδυσσεὺς
  67. ζώσατο μὲν ῥάκεσιν περὶ μήδεα, φαῖνε δὲ μηροὺς
  68. καλούς τε μεγάλους τε, φάνεν δέ οἱ εὐρέες ὦμοι
  69. στήθεά τε στιβαροί τε βραχίονες· αὐτὰρ Ἀθήνη
  70. ἄγχι παρισταμένη μέλεʼ ἤλδανε ποιμένι λαῶν.
  71. μνηστῆρες δʼ ἄρα πάντες ὑπερφιάλως ἀγάσαντο·
  72. ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·
  73. ἦ τάχα Ἶρος Ἄϊρος ἐπίσπαστον κακὸν ἕξει,
  74. οἵην ἐκ ῥακέων ὁ γέρων ἐπιγουνίδα φαίνει.
  75. ὣς ἄρʼ ἔφαν, Ἴρῳ δὲ κακῶς ὠρίνετο θυμός.
  76. ἀλλὰ καὶ ὣς δρηστῆρες ἄγον ζώσαντες ἀνάγκῃ
  77. δειδιότα· σάρκες δὲ περιτρομέοντο μέλεσσιν.
  78. Ἀντίνοος δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
  79. νῦν μὲν μήτʼ εἴης, βουγάϊε, μήτε γένοιο,
  80. εἰ δὴ τοῦτόν γε τρομέεις καὶ δείδιας αἰνῶς,
  81. ἄνδρα γέροντα, δύῃ ἀρημένον, ἥ μιν ἱκάνει.
  82. ἀλλʼ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·
  83. αἴ κέν σʼ οὗτος νικήσῃ κρείσσων τε γένηται,
  84. πέμψω σʼ ἤπειρόνδε, βαλὼν ἐν νηὶ μελαίνῃ,
  85. εἰς Ἔχετον βασιλῆα, βροτῶν δηλήμονα πάντων,
  86. ὅς κʼ ἀπὸ ῥῖνα τάμῃσι καὶ οὔατα νηλέϊ χαλκῷ,
  87. μήδεά τʼ ἐξερύσας δώῃ κυσὶν ὠμὰ δάσασθαι.
  88. ὣς φάτο, τῷ δʼ ἔτι μᾶλλον ὑπὸ τρόμος ἔλλαβε γυῖα.
  89. ἐς μέσσον δʼ ἄναγον· τὼ δʼ ἄμφω χεῖρας ἀνέσχον.
  90. δὴ τότε μερμήριξε πολύτλας δῖος Ὀδυσσεὺς
  91. ἢ ἐλάσειʼ ὥς μιν ψυχὴ λίποι αὖθι πεσόντα,
  92. ἦέ μιν ἦκʼ ἐλάσειε τανύσσειέν τʼ ἐπὶ γαίῃ.
  93. ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι,
  94. ἦκʼ ἐλάσαι, ἵνα μή μιν ἐπιφρασσαίατʼ Ἀχαιοί.
  95. δὴ τότʼ ἀνασχομένω ὁ μὲν ἤλασε δεξιὸν ὦμον
  96. Ἶρος, ὁ δʼ αὐχένʼ ἔλασσεν ὑπʼ οὔατος, ὀστέα δʼ εἴσω
  97. ἔθλασεν· αὐτίκα δʼ ἦλθε κατὰ στόμα φοίνιον αἷμα,
  98. κὰδ δʼ ἔπεσʼ ἐν κονίῃσι μακών, σὺν δʼ ἤλασʼ ὀδόντας
  99. λακτίζων ποσὶ γαῖαν· ἀτὰρ μνηστῆρες ἀγαυοὶ
  100. χεῖρας ἀνασχόμενοι γέλῳ ἔκθανον. αὐτὰρ Ὀδυσσεὺς
  101. ἕλκε διὲκ προθύροιο λαβὼν ποδός, ὄφρʼ ἵκετʼ αὐλήν,
  102. αἰθούσης τε θύρας· καί μιν ποτὶ ἑρκίον αὐλῆς
  103. εἷσεν ἀνακλίνας· σκῆπτρον δέ οἱ ἔμβαλε χειρί,
  104. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  105. ἐνταυθοῖ νῦν ἧσο σύας τε κύνας τʼ ἀπερύκων,
  106. μηδὲ σύ γε ξείνων καὶ πτωχῶν κοίρανος εἶναι
  107. λυγρὸς ἐών, μή πού τι κακὸν καὶ μεῖζον ἐπαύρῃ.
  108. ἦ ῥα καὶ ἀμφʼ ὤμοισιν ἀεικέα βάλλετο πήρην,
  109. πυκνὰ ῥωγαλέην· ἐν δὲ στρόφος ἦεν ἀορτήρ.
  110. ἂψ δʼ ὅ γʼ ἐπʼ οὐδὸν ἰὼν κατʼ ἄρʼ ἕζετο· τοὶ δʼ ἴσαν εἴσω
  111. ἡδὺ γελώοντες καὶ δεικανόωντʼ ἐπέεσσι·
  112. Ζεύς τοι δοίη, ξεῖνε, καὶ ἀθάνατοι θεοὶ ἄλλοι,
  113. ὅττι μάλιστʼ ἐθέλεις καί τοι φίλον ἔπλετο θυμῷ,
  114. ὃς τοῦτον τὸν ἄναλτον ἀλητεύειν ἀπέπαυσας
  115. ἐν δήμῳ· τάχα γάρ μιν ἀνάξομεν ἤπειρόνδε
  116. εἰς Ἔχετον βασιλῆα, βροτῶν δηλήμονα πάντων.
  117. ὣς ἄρʼ ἔφαν, χαῖρεν δὲ κλεηδόνι δῖος Ὀδυσσεύς.
  118. Ἀντίνοος δʼ ἄρα οἱ μεγάλην παρὰ γαστέρα θῆκεν,
  119. ἐμπλείην κνίσης τε καὶ αἵματος· Ἀμφίνομος δὲ
  120. ἄρτους ἐκ κανέοιο δύω παρέθηκεν ἀείρας
  121. καὶ δέπαϊ χρυσέῳ δειδίσκετο, φώνησέν τε·
  122. χαῖρε, πάτερ ὦ ξεῖνε, γένοιτό τοι ἔς περ ὀπίσσω
  123. ὄλβος· ἀτὰρ μὲν νῦν γε κακοῖς ἔχεαι πολέεσσι.
  124. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  125. Ἀμφίνομʼ, ἦ μάλα μοι δοκέεις πεπνυμένος εἶναι·
  126. τοίου γὰρ καὶ πατρός, ἐπεὶ κλέος ἐσθλὸν ἄκουον,
  127. Νῖσον Δουλιχιῆα ἐΰν τʼ ἔμεν ἀφνειόν τε·
  128. τοῦ σʼ ἔκ φασι γενέσθαι, ἐπητῇ δʼ ἀνδρὶ ἔοικας.
  129. τοὔνεκά τοι ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον·
  130. οὐδὲν ἀκιδνότερον γαῖα τρέφει ἀνθρώποιο,
  131. πάντων ὅσσα τε γαῖαν ἔπι πνείει τε καὶ ἕρπει.
  132. οὐ μὲν γάρ ποτέ φησι κακὸν πείσεσθαι ὀπίσσω,
  133. ὄφρʼ ἀρετὴν παρέχωσι θεοὶ καὶ γούνατʼ ὀρώρῃ·
  134. ἀλλʼ ὅτε δὴ καὶ λυγρὰ θεοὶ μάκαρες τελέσωσι,
  135. καὶ τὰ φέρει ἀεκαζόμενος τετληότι θυμῷ·
  136. τοῖος γὰρ νόος ἐστὶν ἐπιχθονίων ἀνθρώπων
  137. οἷον ἐπʼ ἦμαρ ἄγησι πατὴρ ἀνδρῶν τε θεῶν τε.
  138. καὶ γὰρ ἐγώ ποτʼ ἔμελλον ἐν ἀνδράσιν ὄλβιος εἶναι,
  139. πολλὰ δʼ ἀτάσθαλʼ ἔρεξα βίῃ καὶ κάρτεϊ εἴκων,
  140. πατρί τʼ ἐμῷ πίσυνος καὶ ἐμοῖσι κασιγνήτοισι.
  141. τῷ μή τίς ποτε πάμπαν ἀνὴρ ἀθεμίστιος εἴη,
  142. ἀλλʼ ὅ γε σιγῇ δῶρα θεῶν ἔχοι, ὅττι διδοῖεν.
  143. οἷʼ ὁρόω μνηστῆρας ἀτάσθαλα μηχανόωντας,
  144. κτήματα κείροντας καὶ ἀτιμάζοντας ἄκοιτιν
  145. ἀνδρός, ὃν οὐκέτι φημὶ φίλων καὶ πατρίδος αἴης
  146. δηρὸν ἀπέσσεσθαι· μάλα δὲ σχεδόν. ἀλλά σε δαίμων
  147. οἴκαδʼ ὑπεξαγάγοι, μηδʼ ἀντιάσειας ἐκείνῳ,
  148. ὁππότε νοστήσειε φίλην ἐς πατρίδα γαῖαν·
  149. οὐ γὰρ ἀναιμωτί γε διακρινέεσθαι ὀΐω
  150. μνηστῆρας καὶ κεῖνον, ἐπεί κε μέλαθρον ὑπέλθῃ.
  151. ὣς φάτο, καὶ σπείσας ἔπιεν μελιηδέα οἶνον,
  152. ἂψ δʼ ἐν χερσὶν ἔθηκε δέπας κοσμήτορι λαῶν.
  153. αὐτὰρ ὁ βῆ διὰ δῶμα φίλον τετιημένος ἦτορ,
  154. νευστάζων κεφαλῇ· δὴ γὰρ κακὸν ὄσσετο θυμός.
  155. ἀλλʼ οὐδʼ ὣς φύγε κῆρα· πέδησε δὲ καὶ τὸν Ἀθήνη
  156. Τηλεμάχου ὑπὸ χερσὶ καὶ ἔγχεϊ ἶφι δαμῆναι.
  157. ἂψ δʼ αὖτις κατʼ ἄρʼ ἕζετʼ ἐπὶ θρόνου ἔνθεν ἀνέστη.
  158. τῇ δʼ ἄρʼ ἐπὶ φρεσὶ θῆκε θεὰ γλαυκῶπις Ἀθήνη,
  159. κούρῃ Ἰκαρίοιο, περίφρονι Πηνελοπείῃ,
  160. μνηστήρεσσι φανῆναι, ὅπως πετάσειε μάλιστα
  161. θυμὸν μνηστήρων ἰδὲ τιμήεσσα γένοιτο
  162. μᾶλλον πρὸς πόσιός τε καὶ υἱέος ἢ πάρος ἦεν.
  163. ἀχρεῖον δʼ ἐγέλασσεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
  164. Εὐρυνόμη, θυμός μοι ἐέλδεται, οὔ τι πάρος γε,
  165. μνηστήρεσσι φανῆναι, ἀπεχθομένοισί περ ἔμπης·
  166. παιδὶ δέ κεν εἴποιμι ἔπος, τό κε κέρδιον εἴη,
  167. μὴ πάντα μνηστῆρσιν ὑπερφιάλοισιν ὁμιλεῖν,
  168. οἵ τʼ εὖ μὲν βάζουσι, κακῶς δʼ ὄπιθεν φρονέουσι.
  169. τὴν δʼ αὖτʼ Εὐρυνόμη ταμίη πρὸς μῦθον ἔειπεν·
  170. ναὶ δὴ ταῦτά γε πάντα, τέκος, κατὰ μοῖραν ἔειπες.
  171. ἀλλʼ ἴθι καὶ σῷ παιδὶ ἔπος φάο μηδʼ ἐπίκευθε,
  172. χρῶτʼ ἀπονιψαμένη καὶ ἐπιχρίσασα παρειάς·
  173. μηδʼ οὕτω δακρύοισι πεφυρμένη ἀμφὶ πρόσωπα
  174. ἔρχευ, ἐπεὶ κάκιον πενθήμεναι ἄκριτον αἰεί.
  175. ἤδη μὲν γάρ τοι παῖς τηλίκος, ὃν σὺ μάλιστα
  176. ἠρῶ ἀθανάτοισι γενειήσαντα ἰδέσθαι.
  177. τὴν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
  178. Εὐρυνόμη, μὴ ταῦτα παραύδα, κηδομένη περ,
  179. χρῶτʼ ἀπονίπτεσθαι καὶ ἐπιχρίεσθαι ἀλοιφῇ·
  180. ἀγλαΐην γὰρ ἐμοί γε θεοί, τοὶ Ὄλυμπον ἔχουσιν,
  181. ὤλεσαν, ἐξ οὗ κεῖνος ἔβη κοίλῃς ἐνὶ νηυσίν.
  182. ἀλλά μοι Αὐτονόην τε καὶ Ἱπποδάμειαν ἄνωχθι
  183. ἐλθέμεν, ὄφρα κέ μοι παρστήετον ἐν μεγάροισιν·
  184. οἴη δʼ οὐκ εἴσειμι μετʼ ἀνέρας· αἰδέομαι γάρ.
  185. ὣς ἄρʼ ἔφη, γρηῢς δὲ διὲκ μεγάροιο βεβήκει
  186. ἀγγελέουσα γυναιξὶ καὶ ὀτρυνέουσα νέεσθαι.
  187. ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη·
  188. κούρῃ Ἰκαρίοιο κατὰ γλυκὺν ὕπνον ἔχευεν,
  189. εὗδε δʼ ἀνακλινθεῖσα, λύθεν δέ οἱ ἅψεα πάντα
  190. αὐτοῦ ἐνὶ κλιντῆρι· τέως δʼ ἄρα δῖα θεάων
  191. ἄμβροτα δῶρα δίδου, ἵνα μιν θησαίατʼ Ἀχαιοί.
  192. κάλλεϊ μέν οἱ πρῶτα προσώπατα καλὰ κάθηρεν
  193. ἀμβροσίῳ, οἵῳ περ ἐϋστέφανος Κυθέρεια
  194. χρίεται, εὖτʼ ἂν ἴῃ Χαρίτων χορὸν ἱμερόεντα·
  195. καί μιν μακροτέρην καὶ πάσσονα θῆκεν ἰδέσθαι,
  196. λευκοτέρην δʼ ἄρα μιν θῆκε πριστοῦ ἐλέφαντος.
  197. ἡ μὲν ἄρʼ ὣς ἔρξασʼ ἀπεβήσετο δῖα θεάων,
  198. ἦλθον δʼ ἀμφίπολοι λευκώλενοι ἐκ μεγάροιο
  199. φθόγγῳ ἐπερχόμεναι· τὴν δὲ γλυκὺς ὕπνος ἀνῆκε,
  200. καί ῥʼ ἀπομόρξατο χερσὶ παρειὰς φώνησέν τε·
  201. ἦ με μάλʼ αἰνοπαθῆ μαλακὸν περὶ κῶμʼ ἐκάλυψεν.
  202. αἴθε μοι ὣς μαλακὸν θάνατον πόροι Ἄρτεμις ἁγνὴ
  203. αὐτίκα νῦν, ἵνα μηκέτʼ ὀδυρομένη κατὰ θυμὸν
  204. αἰῶνα φθινύθω, πόσιος ποθέουσα φίλοιο
  205. παντοίην ἀρετήν, ἐπεὶ ἔξοχος ἦεν Ἀχαιῶν.
  206. ὣς φαμένη κατέβαινʼ ὑπερώϊα σιγαλόεντα,
  207. οὐκ οἴη· ἅμα τῇ γε καὶ ἀμφίπολοι δύʼ ἕποντο.
  208. ἡ δʼ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν,
  209. στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,
  210. ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα·
  211. ἀμφίπολος δʼ ἄρα οἱ κεδνὴ ἑκάτερθε παρέστη.
  212. τῶν δʼ αὐτοῦ λύτο γούνατʼ, ἔρῳ δʼ ἄρα θυμὸν ἔθελχθεν,
  213. πάντες δʼ ἠρήσαντο παραὶ λεχέεσσι κλιθῆναι.
  214. ἡ δʼ αὖ Τηλέμαχον προσεφώνεεν, ὃν φίλον υἱόν·
  215. Τηλέμαχʼ, οὐκέτι τοι φρένες ἔμπεδοι οὐδὲ νόημα·
  216. παῖς ἔτʼ ἐὼν καὶ μᾶλλον ἐνὶ φρεσὶ κέρδεʼ ἐνώμας·
  217. νῦν δʼ, ὅτε δὴ μέγας ἐσσὶ καὶ ἥβης μέτρον ἱκάνεις,
  218. καί κέν τις φαίη γόνον ἔμμεναι ὀλβίου ἀνδρός,
  219. ἐς μέγεθος καὶ κάλλος ὁρώμενος, ἀλλότριος φώς,
  220. οὐκέτι τοι φρένες εἰσὶν ἐναίσιμοι οὐδὲ νόημα.
  221. οἷον δὴ τόδε ἔργον ἐνὶ μεγάροισιν ἐτύχθη,
  222. ὃς τὸν ξεῖνον ἔασας ἀεικισθήμεναι οὕτως.
  223. πῶς νῦν, εἴ τι ξεῖνος ἐν ἡμετέροισι δόμοισιν
  224. ἥμενος ὧδε πάθοι ῥυστακτύος ἐξ ἀλεγεινῆς;
  225. σοί κʼ αἶσχος λώβη τε μετʼ ἀνθρώποισι πέλοιτο.
  226. τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  227. μῆτερ ἐμή, τὸ μὲν οὔ σε νεμεσσῶμαι κεχολῶσθαι·
  228. αὐτὰρ ἐγὼ θυμῷ νοέω καὶ οἶδα ἕκαστα,
  229. ἐσθλά τε καὶ τὰ χέρεια· πάρος δʼ ἔτι νήπιος ἦα.
  230. ἀλλά τοι οὐ δύναμαι πεπνυμένα πάντα νοῆσαι·
  231. ἐκ γάρ με πλήσσουσι παρήμενοι ἄλλοθεν ἄλλος
  232. οἵδε κακὰ φρονέοντες, ἐμοὶ δʼ οὐκ εἰσὶν ἀρωγοί.
  233. οὐ μέν τοι ξείνου γε καὶ Ἴρου μῶλος ἐτύχθη
  234. μνηστήρων ἰότητι, βίῃ δʼ ὅ γε φέρτερος ἦεν.
  235. αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,
  236. οὕτω νῦν μνηστῆρες ἐν ἡμετέροισι δόμοισι
  237. νεύοιεν κεφαλὰς δεδμημένοι, οἱ μὲν ἐν αὐλῇ,
  238. οἱ δʼ ἔντοσθε δόμοιο, λελῦτο δὲ γυῖα ἑκάστου,
  239. ὡς νῦν Ἶρος κεῖνος ἐπʼ αὐλείῃσι θύρῃσιν
  240. ἧσται νευστάζων κεφαλῇ, μεθύοντι ἐοικώς,
  241. οὐδʼ ὀρθὸς στῆναι δύναται ποσὶν οὐδὲ νέεσθαι
  242. οἴκαδʼ, ὅπη οἱ νόστος, ἐπεὶ φίλα γυῖα λέλυνται.
  243. ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·
  244. Εὐρύμαχος δʼ ἐπέεσσι προσηύδα Πηνελόπειαν·
  245. κούρη Ἰκαρίοιο, περίφρον Πηνελόπεια,
  246. εἰ πάντες σε ἴδοιεν ἀνʼ Ἴασον Ἄργος Ἀχαιοί,
  247. πλέονές κε μνηστῆρες ἐν ὑμετέροισι δόμοισιν