Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • καὶ λίην ἀνδρός γε κύων ὅδε τῆλε θανόντος.
  • εἰ τοιόσδʼ εἴη ἠμὲν δέμας ἠδὲ καὶ ἔργα,
  • οἷόν μιν Τροίηνδε κιὼν κατέλειπεν Ὀδυσσεύς,
  • αἶψά κε θηήσαιο ἰδὼν ταχυτῆτα καὶ ἀλκήν.
  • οὐ μὲν γάρ τι φύγεσκε βαθείης βένθεσιν ὕλης
  • κνώδαλον, ὅττι δίοιτο· καὶ ἴχνεσι γὰρ περιῄδη·
  • νῦν δʼ ἔχεται κακότητι, ἄναξ δέ οἱ ἄλλοθι πάτρης
  • ὤλετο, τὸν δὲ γυναῖκες ἀκηδέες οὐ κομέουσι.
  • δμῶες δʼ, εὖτʼ ἂν μηκέτʼ ἐπικρατέωσιν ἄνακτες,
  • οὐκέτʼ ἔπειτʼ ἐθέλουσιν ἐναίσιμα ἐργάζεσθαι·
  • ἥμισυ γάρ τʼ ἀρετῆς ἀποαίνυται εὐρύοπα Ζεὺς
  • ἀνέρος, εὖτʼ ἄν μιν κατὰ δούλιον ἦμαρ ἕλῃσιν.