Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. γίγνοντʼ· ἀγλαΐης δʼ ἕνεκεν κομέουσιν ἄνακτες.
  2. τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
  3. καὶ λίην ἀνδρός γε κύων ὅδε τῆλε θανόντος.
  4. εἰ τοιόσδʼ εἴη ἠμὲν δέμας ἠδὲ καὶ ἔργα,
  5. οἷόν μιν Τροίηνδε κιὼν κατέλειπεν Ὀδυσσεύς,
  6. αἶψά κε θηήσαιο ἰδὼν ταχυτῆτα καὶ ἀλκήν.
  7. οὐ μὲν γάρ τι φύγεσκε βαθείης βένθεσιν ὕλης
  8. κνώδαλον, ὅττι δίοιτο· καὶ ἴχνεσι γὰρ περιῄδη·
  9. νῦν δʼ ἔχεται κακότητι, ἄναξ δέ οἱ ἄλλοθι πάτρης
  10. ὤλετο, τὸν δὲ γυναῖκες ἀκηδέες οὐ κομέουσι.
  11. δμῶες δʼ, εὖτʼ ἂν μηκέτʼ ἐπικρατέωσιν ἄνακτες,
  12. οὐκέτʼ ἔπειτʼ ἐθέλουσιν ἐναίσιμα ἐργάζεσθαι·
  13. ἥμισυ γάρ τʼ ἀρετῆς ἀποαίνυται εὐρύοπα Ζεὺς
  14. ἀνέρος, εὖτʼ ἄν μιν κατὰ δούλιον ἦμαρ ἕλῃσιν.
  15. ὣς εἰπὼν εἰσῆλθε δόμους εὖ ναιετάοντας,
  16. βῆ δʼ ἰθὺς μεγάροιο μετὰ μνηστῆρας ἀγαυούς.
  17. Ἄργον δʼ αὖ κατὰ μοῖρʼ ἔλαβεν μέλανος θανάτοιο,
  18. αὐτίκʼ ἰδόντʼ Ὀδυσῆα ἐεικοστῷ ἐνιαυτῷ.
  19. τὸν δὲ πολὺ πρῶτος ἴδε Τηλέμαχος θεοειδὴς
  20. ἐρχόμενον κατὰ δῶμα συβώτην, ὦκα δʼ ἔπειτα
  21. νεῦσʼ ἐπὶ οἷ καλέσας· ὁ δὲ παπτήνας ἕλε δίφρον
  22. κείμενον, ἔνθα τε δαιτρὸς ἐφίζεσκε κρέα πολλὰ
  23. δαιόμενος μνηστῆρσι δόμον κάτα δαινυμένοισι·
  24. τὸν κατέθηκε φέρων πρὸς Τηλεμάχοιο τράπεζαν
  25. ἀντίον, ἔνθα δʼ ἄρʼ αὐτὸς ἐφέζετο· τῷ δʼ ἄρα κῆρυξ
  26. μοῖραν ἑλὼν ἐτίθει κανέου τʼ ἐκ σῖτον ἀείρας.
  27. ἀγχίμολον δὲ μετʼ αὐτὸν ἐδύσετο δώματʼ Ὀδυσσεύς,
  28. πτωχῷ λευγαλέῳ ἐναλίγκιος ἠδὲ γέροντι,
  29. σκηπτόμενος· τὰ δὲ λυγρὰ περὶ χροΐ εἵματα ἕστο.
  30. ἷζε δʼ ἐπὶ μελίνου οὐδοῦ ἔντοσθε θυράων,
  31. κλινάμενος σταθμῷ κυπαρισσίνῳ, ὅν ποτε τέκτων
  32. ξέσσεν ἐπισταμένως καὶ ἐπὶ στάθμην ἴθυνεν.
  33. Τηλέμαχος δʼ ἐπὶ οἷ καλέσας προσέειπε συβώτην,
  34. ἄρτον τʼ οὖλον ἑλὼν περικαλλέος ἐκ κανέοιο