Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τὸν δὲ πολὺ πρώτη εἶδε τροφὸς Εὐρύκλεια,
  2. κώεα καστορνῦσα θρόνοις ἔνι δαιδαλέοισι,
  3. δακρύσασα δʼ ἔπειτʼ ἰθὺς κίεν· ἀμφὶ δʼ ἄρʼ ἄλλαι
  4. δμῳαὶ Ὀδυσσῆος ταλασίφρονος ἠγερέθοντο,
  5. καὶ κύνεον ἀγαπαζόμεναι κεφαλήν τε καὶ ὤμους.
  6. ἡ δʼ ἴεν ἐκ θαλάμοιο περίφρων Πηνελόπεια,
  7. Ἀρτέμιδι ἰκέλη ἠὲ χρυσέῃ Ἀφροδίτῃ,