Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἐλθέμεν· αὐτὰρ ὁ νόσφιν ἰδὼν ἀπομόρξατο δάκρυ,
  2. ῥεῖα λαθὼν Εὔμαιον, ἄφαρ δʼ ἐρεείνετο μύθῳ·
  3. Εὔμαιʼ, ἦ μάλα θαῦμα, κύων ὅδε κεῖτʼ ἐνὶ κόπρῳ.
  4. καλὸς μὲν δέμας ἐστίν, ἀτὰρ τόδε γʼ οὐ σάφα οἶδα,
  5. εἰ δὴ καὶ ταχὺς ἔσκε θέειν ἐπὶ εἴδεϊ τῷδε,
  6. ἦ αὔτως οἷοί τε τραπεζῆες κύνες ἀνδρῶν
  7. γίγνοντʼ· ἀγλαΐης δʼ ἕνεκεν κομέουσιν ἄνακτες.
  8. τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
  9. καὶ λίην ἀνδρός γε κύων ὅδε τῆλε θανόντος.