Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. αὐτὸς δʼ εἴσω ἴεν καὶ ὑπέρβη λάϊνον οὐδόν.
  2. τὸν δὲ πολὺ πρώτη εἶδε τροφὸς Εὐρύκλεια,
  3. κώεα καστορνῦσα θρόνοις ἔνι δαιδαλέοισι,
  4. δακρύσασα δʼ ἔπειτʼ ἰθὺς κίεν· ἀμφὶ δʼ ἄρʼ ἄλλαι
  5. δμῳαὶ Ὀδυσσῆος ταλασίφρονος ἠγερέθοντο,