Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἐν πολλῇ κόπρῳ, ἥ οἱ προπάροιθε θυράων
  2. ἡμιόνων τε βοῶν τε ἅλις κέχυτʼ, ὄφρʼ ἂν ἄγοιεν
  3. δμῶες Ὀδυσσῆος τέμενος μέγα κοπρήσοντες·
  4. ἔνθα κύων κεῖτʼ Ἄργος, ἐνίπλειος κυνοραιστέων.
  5. δὴ τότε γʼ, ὡς ἐνόησεν Ὀδυσσέα ἐγγὺς ἐόντα,
  6. οὐρῇ μέν ῥʼ ὅ γʼ ἔσηνε καὶ οὔατα κάββαλεν ἄμφω,
  7. ἆσσον δʼ οὐκέτʼ ἔπειτα δυνήσατο οἷο ἄνακτος
  8. ἐλθέμεν· αὐτὰρ ὁ νόσφιν ἰδὼν ἀπομόρξατο δάκρυ,
  9. ῥεῖα λαθὼν Εὔμαιον, ἄφαρ δʼ ἐρεείνετο μύθῳ·
  10. Εὔμαιʼ, ἦ μάλα θαῦμα, κύων ὅδε κεῖτʼ ἐνὶ κόπρῳ.
  11. καλὸς μὲν δέμας ἐστίν, ἀτὰρ τόδε γʼ οὐ σάφα οἶδα,
  12. εἰ δὴ καὶ ταχὺς ἔσκε θέειν ἐπὶ εἴδεϊ τῷδε,
  13. ἦ αὔτως οἷοί τε τραπεζῆες κύνες ἀνδρῶν
  14. γίγνοντʼ· ἀγλαΐης δʼ ἕνεκεν κομέουσιν ἄνακτες.
  15. τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
  16. καὶ λίην ἀνδρός γε κύων ὅδε τῆλε θανόντος.
  17. εἰ τοιόσδʼ εἴη ἠμὲν δέμας ἠδὲ καὶ ἔργα,
  18. οἷόν μιν Τροίηνδε κιὼν κατέλειπεν Ὀδυσσεύς,
  19. αἶψά κε θηήσαιο ἰδὼν ταχυτῆτα καὶ ἀλκήν.
  20. οὐ μὲν γάρ τι φύγεσκε βαθείης βένθεσιν ὕλης
  21. κνώδαλον, ὅττι δίοιτο· καὶ ἴχνεσι γὰρ περιῄδη·
  22. νῦν δʼ ἔχεται κακότητι, ἄναξ δέ οἱ ἄλλοθι πάτρης
  23. ὤλετο, τὸν δὲ γυναῖκες ἀκηδέες οὐ κομέουσι.
  24. δμῶες δʼ, εὖτʼ ἂν μηκέτʼ ἐπικρατέωσιν ἄνακτες,
  25. οὐκέτʼ ἔπειτʼ ἐθέλουσιν ἐναίσιμα ἐργάζεσθαι·
  26. ἥμισυ γάρ τʼ ἀρετῆς ἀποαίνυται εὐρύοπα Ζεὺς
  27. ἀνέρος, εὖτʼ ἄν μιν κατὰ δούλιον ἦμαρ ἕλῃσιν.
  28. ὣς εἰπὼν εἰσῆλθε δόμους εὖ ναιετάοντας,
  29. βῆ δʼ ἰθὺς μεγάροιο μετὰ μνηστῆρας ἀγαυούς.
  30. Ἄργον δʼ αὖ κατὰ μοῖρʼ ἔλαβεν μέλανος θανάτοιο,
  31. αὐτίκʼ ἰδόντʼ Ὀδυσῆα ἐεικοστῷ ἐνιαυτῷ.
  32. τὸν δὲ πολὺ πρῶτος ἴδε Τηλέμαχος θεοειδὴς
  33. ἐρχόμενον κατὰ δῶμα συβώτην, ὦκα δʼ ἔπειτα
  34. νεῦσʼ ἐπὶ οἷ καλέσας· ὁ δὲ παπτήνας ἕλε δίφρον
  35. κείμενον, ἔνθα τε δαιτρὸς ἐφίζεσκε κρέα πολλὰ
  36. δαιόμενος μνηστῆρσι δόμον κάτα δαινυμένοισι·
  37. τὸν κατέθηκε φέρων πρὸς Τηλεμάχοιο τράπεζαν
  38. ἀντίον, ἔνθα δʼ ἄρʼ αὐτὸς ἐφέζετο· τῷ δʼ ἄρα κῆρυξ
  39. μοῖραν ἑλὼν ἐτίθει κανέου τʼ ἐκ σῖτον ἀείρας.
  40. ἀγχίμολον δὲ μετʼ αὐτὸν ἐδύσετο δώματʼ Ὀδυσσεύς,
  41. πτωχῷ λευγαλέῳ ἐναλίγκιος ἠδὲ γέροντι,
  42. σκηπτόμενος· τὰ δὲ λυγρὰ περὶ χροΐ εἵματα ἕστο.