Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ᾤχετο. τὸν δὲ πάροιθεν ἀγίνεσκον νέοι ἄνδρες
  2. αἶγας ἐπʼ ἀγροτέρας ἠδὲ πρόκας ἠδὲ λαγωούς·
  3. δὴ τότε κεῖτʼ ἀπόθεστος ἀποιχομένοιο ἄνακτος,
  4. ἐν πολλῇ κόπρῳ, ἥ οἱ προπάροιθε θυράων
  5. ἡμιόνων τε βοῶν τε ἅλις κέχυτʼ, ὄφρʼ ἂν ἄγοιεν
  6. δμῶες Ὀδυσσῆος τέμενος μέγα κοπρήσοντες·
  7. ἔνθα κύων κεῖτʼ Ἄργος, ἐνίπλειος κυνοραιστέων.
  8. δὴ τότε γʼ, ὡς ἐνόησεν Ὀδυσσέα ἐγγὺς ἐόντα,
  9. οὐρῇ μέν ῥʼ ὅ γʼ ἔσηνε καὶ οὔατα κάββαλεν ἄμφω,