Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. μηδὲ σὺ δηθύνειν, μή τίς σʼ ἔκτοσθε νοήσας
  2. ἢ βάλῃ ἢ ἐλάσῃ· τὰ δέ σε φράζεσθαι ἄνωγα.
  3. τὸν δʼ ἠμείβετʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς·
  4. γιγνώσκω, φρονέω· τά γε δὴ νοέοντι κελεύεις.
  5. ἀλλʼ ἔρχευ προπάροιθεν, ἐγὼ δʼ ὑπολείψομαι αὐτοῦ.
  6. οὐ γάρ τι πληγέων ἀδαήμων οὐδὲ βολάων·
  7. τολμήεις μοι θυμός, ἐπεὶ κακὰ πολλὰ πέπονθα