Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἄνδρες, ἐπεὶ κνίση μὲν ἀνήνοθεν, ἐν δέ τε φόρμιγξ
  2. ἠπύει, ἣν ἄρα δαιτὶ θεοὶ ποίησαν ἑταίρην.
  3. τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
  4. ῥεῖʼ ἔγνως, ἐπεὶ οὐδὲ τά τʼ ἄλλα πέρ ἐσσʼ ἀνοήμων.
  5. ἀλλʼ ἄγε δὴ φραζώμεθʼ ὅπως ἔσται τάδε ἔργα.
  6. ἠὲ σὺ πρῶτος ἔσελθε δόμους εὖ ναιετάοντας,
  7. δύσεο δὲ μνηστῆρας, ἐγὼ δʼ ὑπολείψομαι αὐτοῦ·
  8. εἰ δʼ ἐθέλεις, ἐπίμεινον, ἐγὼ δʼ εἶμι προπάροιθε·
  9. μηδὲ σὺ δηθύνειν, μή τίς σʼ ἔκτοσθε νοήσας
  10. ἢ βάλῃ ἢ ἐλάσῃ· τὰ δέ σε φράζεσθαι ἄνωγα.
  11. τὸν δʼ ἠμείβετʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς·
  12. γιγνώσκω, φρονέω· τά γε δὴ νοέοντι κελεύεις.
  13. ἀλλʼ ἔρχευ προπάροιθεν, ἐγὼ δʼ ὑπολείψομαι αὐτοῦ.
  14. οὐ γάρ τι πληγέων ἀδαήμων οὐδὲ βολάων·
  15. τολμήεις μοι θυμός, ἐπεὶ κακὰ πολλὰ πέπονθα
  16. κύμασι καὶ πολέμῳ· μετὰ καὶ τόδε τοῖσι γενέσθω·
  17. γαστέρα δʼ οὔ πως ἔστιν ἀποκρύψαι μεμαυῖαν,
  18. οὐλομένην, ἣ πολλὰ κάκʼ ἀνθρώποισι δίδωσι,
  19. τῆς ἕνεκεν καὶ νῆες ἐΰζυγοι ὁπλίζονται
  20. πόντον ἐπʼ ἀτρύγετον, κακὰ δυσμενέεσσι φέρουσαι.
  21. ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·
  22. ἂν δὲ κύων κεφαλήν τε καὶ οὔατα κείμενος ἔσχεν,
  23. Ἄργος, Ὀδυσσῆος ταλασίφρονος, ὅν ῥά ποτʼ αὐτὸς
  24. θρέψε μέν, οὐδʼ ἀπόνητο, πάρος δʼ εἰς Ἴλιον ἱρὴν
  25. ᾤχετο. τὸν δὲ πάροιθεν ἀγίνεσκον νέοι ἄνδρες
  26. αἶγας ἐπʼ ἀγροτέρας ἠδὲ πρόκας ἠδὲ λαγωούς·
  27. δὴ τότε κεῖτʼ ἀπόθεστος ἀποιχομένοιο ἄνακτος,
  28. ἐν πολλῇ κόπρῳ, ἥ οἱ προπάροιθε θυράων
  29. ἡμιόνων τε βοῶν τε ἅλις κέχυτʼ, ὄφρʼ ἂν ἄγοιεν
  30. δμῶες Ὀδυσσῆος τέμενος μέγα κοπρήσοντες·
  31. ἔνθα κύων κεῖτʼ Ἄργος, ἐνίπλειος κυνοραιστέων.
  32. δὴ τότε γʼ, ὡς ἐνόησεν Ὀδυσσέα ἐγγὺς ἐόντα,
  33. οὐρῇ μέν ῥʼ ὅ γʼ ἔσηνε καὶ οὔατα κάββαλεν ἄμφω,
  34. ἆσσον δʼ οὐκέτʼ ἔπειτα δυνήσατο οἷο ἄνακτος
  35. ἐλθέμεν· αὐτὰρ ὁ νόσφιν ἰδὼν ἀπομόρξατο δάκρυ,
  36. ῥεῖα λαθὼν Εὔμαιον, ἄφαρ δʼ ἐρεείνετο μύθῳ·
  37. Εὔμαιʼ, ἦ μάλα θαῦμα, κύων ὅδε κεῖτʼ ἐνὶ κόπρῳ.
  38. καλὸς μὲν δέμας ἐστίν, ἀτὰρ τόδε γʼ οὐ σάφα οἶδα,
  39. εἰ δὴ καὶ ταχὺς ἔσκε θέειν ἐπὶ εἴδεϊ τῷδε,
  40. ἦ αὔτως οἷοί τε τραπεζῆες κύνες ἀνδρῶν
  41. γίγνοντʼ· ἀγλαΐης δʼ ἕνεκεν κομέουσιν ἄνακτες.
  42. τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
  43. καὶ λίην ἀνδρός γε κύων ὅδε τῆλε θανόντος.
  44. εἰ τοιόσδʼ εἴη ἠμὲν δέμας ἠδὲ καὶ ἔργα,
  45. οἷόν μιν Τροίηνδε κιὼν κατέλειπεν Ὀδυσσεύς,
  46. αἶψά κε θηήσαιο ἰδὼν ταχυτῆτα καὶ ἀλκήν.
  47. οὐ μὲν γάρ τι φύγεσκε βαθείης βένθεσιν ὕλης
  48. κνώδαλον, ὅττι δίοιτο· καὶ ἴχνεσι γὰρ περιῄδη·
  49. νῦν δʼ ἔχεται κακότητι, ἄναξ δέ οἱ ἄλλοθι πάτρης
  50. ὤλετο, τὸν δὲ γυναῖκες ἀκηδέες οὐ κομέουσι.
  51. δμῶες δʼ, εὖτʼ ἂν μηκέτʼ ἐπικρατέωσιν ἄνακτες,
  52. οὐκέτʼ ἔπειτʼ ἐθέλουσιν ἐναίσιμα ἐργάζεσθαι·
  53. ἥμισυ γάρ τʼ ἀρετῆς ἀποαίνυται εὐρύοπα Ζεὺς
  54. ἀνέρος, εὖτʼ ἄν μιν κατὰ δούλιον ἦμαρ ἕλῃσιν.
  55. ὣς εἰπὼν εἰσῆλθε δόμους εὖ ναιετάοντας,
  56. βῆ δʼ ἰθὺς μεγάροιο μετὰ μνηστῆρας ἀγαυούς.
  57. Ἄργον δʼ αὖ κατὰ μοῖρʼ ἔλαβεν μέλανος θανάτοιο,
  58. αὐτίκʼ ἰδόντʼ Ὀδυσῆα ἐεικοστῷ ἐνιαυτῷ.
  59. τὸν δὲ πολὺ πρῶτος ἴδε Τηλέμαχος θεοειδὴς
  60. ἐρχόμενον κατὰ δῶμα συβώτην, ὦκα δʼ ἔπειτα
  61. νεῦσʼ ἐπὶ οἷ καλέσας· ὁ δὲ παπτήνας ἕλε δίφρον
  62. κείμενον, ἔνθα τε δαιτρὸς ἐφίζεσκε κρέα πολλὰ
  63. δαιόμενος μνηστῆρσι δόμον κάτα δαινυμένοισι·
  64. τὸν κατέθηκε φέρων πρὸς Τηλεμάχοιο τράπεζαν
  65. ἀντίον, ἔνθα δʼ ἄρʼ αὐτὸς ἐφέζετο· τῷ δʼ ἄρα κῆρυξ
  66. μοῖραν ἑλὼν ἐτίθει κανέου τʼ ἐκ σῖτον ἀείρας.
  67. ἀγχίμολον δὲ μετʼ αὐτὸν ἐδύσετο δώματʼ Ὀδυσσεύς,
  68. πτωχῷ λευγαλέῳ ἐναλίγκιος ἠδὲ γέροντι,
  69. σκηπτόμενος· τὰ δὲ λυγρὰ περὶ χροΐ εἵματα ἕστο.
  70. ἷζε δʼ ἐπὶ μελίνου οὐδοῦ ἔντοσθε θυράων,
  71. κλινάμενος σταθμῷ κυπαρισσίνῳ, ὅν ποτε τέκτων
  72. ξέσσεν ἐπισταμένως καὶ ἐπὶ στάθμην ἴθυνεν.
  73. Τηλέμαχος δʼ ἐπὶ οἷ καλέσας προσέειπε συβώτην,
  74. ἄρτον τʼ οὖλον ἑλὼν περικαλλέος ἐκ κανέοιο
  75. καὶ κρέας, ὥς οἱ χεῖρες ἐχάνδανον ἀμφιβαλόντι·
  76. δὸς τῷ ξείνῳ ταῦτα φέρων αὐτόν τε κέλευε
  77. αἰτίζειν μάλα πάντας ἐποιχόμενον μνηστῆρας·
  78. αἰδὼς δʼ οὐκ ἀγαθὴ κεχρημένῳ ἀνδρὶ παρεῖναι.
  79. ὣς φάτο, βῆ δὲ συφορβός, ἐπεὶ τὸν μῦθον ἄκουσεν,
  80. ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντʼ ἀγόρευε·
  81. Τηλέμαχός τοι, ξεῖνε, διδοῖ τάδε, καί σε κελεύει
  82. αἰτίζειν μάλα πάντας ἐποιχόμενον μνηστῆρας·
  83. αἰδῶ δʼ οὐκ ἀγαθήν φησʼ ἔμμεναι ἀνδρὶ προΐκτῃ.
  84. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  85. Ζεῦ ἄνα, Τηλέμαχόν μοι ἐν ἀνδράσιν ὄλβιον εἶναι,
  86. καί οἱ πάντα γένοιθʼ ὅσσα φρεσὶν ᾗσι μενοινᾷ.
  87. ἦ ῥα καὶ ἀμφοτέρῃσιν ἐδέξατο καὶ κατέθηκεν
  88. αὖθι ποδῶν προπάροιθεν, ἀεικελίης ἐπὶ πήρης,
  89. ἤσθιε δʼ ἧος ἀοιδὸς ἐνὶ μεγάροισιν ἄειδεν·
  90. εὖθʼ ὁ δεδειπνήκειν, ὁ δʼ ἐπαύετο θεῖος ἀοιδός.
  91. μνηστῆρες δʼ ὁμάδησαν ἀνὰ μέγαρʼ. αὐτὰρ Ἀθήνη,
  92. ἄγχι παρισταμένη Λαερτιάδην Ὀδυσῆα
  93. ὤτρυνʼ, ὡς ἂν πύρνα κατὰ μνηστῆρας ἀγείροι,
  94. γνοίη θʼ οἵ τινές εἰσιν ἐναίσιμοι οἵ τʼ ἀθέμιστοι·
  95. ἀλλʼ οὐδʼ ὥς τινʼ ἔμελλʼ ἀπαλεξήσειν κακότητος.
  96. βῆ δʼ ἴμεν αἰτήσων ἐνδέξια φῶτα ἕκαστον,
  97. πάντοσε χεῖρʼ ὀρέγων, ὡς εἰ πτωχὸς πάλαι εἴη.
  98. οἱ δʼ ἐλεαίροντες δίδοσαν, καὶ ἐθάμβεον αὐτόν,
  99. ἀλλήλους τʼ εἴροντο τίς εἴη καὶ πόθεν ἔλθοι.
  100. τοῖσι δὲ καὶ μετέειπε Μελάνθιος, αἰπόλος αἰγῶν·
  101. κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης,
  102. τοῦδε περὶ ξείνου· ἦ γάρ μιν πρόσθεν ὄπωπα.
  103. ἦ τοι μέν οἱ δεῦρο συβώτης ἡγεμόνευεν,
  104. αὐτὸν δʼ οὐ σάφα οἶδα, πόθεν γένος εὔχεται εἶναι.
  105. ὣς ἔφατʼ, Ἀντίνοος δʼ ἔπεσιν νείκεσσε συβώτην·
  106. ὦ ἀρίγνωτε συβῶτα, τίη δὲ σὺ τόνδε πόλινδε
  107. ἤγαγες; ἦ οὐχ ἅλις ἧμιν ἀλήμονές εἰσι καὶ ἄλλοι,
  108. πτωχοὶ ἀνιηροί, δαιτῶν ἀπολυμαντῆρες;
  109. ἦ ὄνοσαι ὅτι τοι βίοτον κατέδουσιν ἄνακτος
  110. ἐνθάδʼ ἀγειρόμενοι, σὺ δὲ καὶ προτὶ τόνδʼ ἐκάλεσσας;
  111. τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
  112. Ἀντίνοʼ, οὐ μὲν καλὰ καὶ ἐσθλὸς ἐὼν ἀγορεύεις·
  113. τίς γὰρ δὴ ξεῖνον καλεῖ ἄλλοθεν αὐτὸς ἐπελθὼν
  114. ἄλλον γʼ, εἰ μὴ τῶν οἳ δημιοεργοὶ ἔασι,
  115. μάντιν ἢ ἰητῆρα κακῶν ἢ τέκτονα δούρων,
  116. ἢ καὶ θέσπιν ἀοιδόν, ὅ κεν τέρπῃσιν ἀείδων;
  117. οὗτοι γὰρ κλητοί γε βροτῶν ἐπʼ ἀπείρονα γαῖαν·
  118. πτωχὸν δʼ οὐκ ἄν τις καλέοι τρύξοντα ἓ αὐτόν.
  119. ἀλλʼ αἰεὶ χαλεπὸς περὶ πάντων εἶς μνηστήρων
  120. δμωσὶν Ὀδυσσῆος, πέρι δʼ αὖτʼ ἐμοί· αὐτὰρ ἐγώ γε
  121. οὐκ ἀλέγω, ἧός μοι ἐχέφρων Πηνελόπεια
  122. ζώει ἐνὶ μεγάροις καὶ Τηλέμαχος θεοειδής.
  123. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  124. σίγα, μή μοι τοῦτον ἀμείβεο πολλὰ ἔπεσσιν·