Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. κραιπνὰ ποσὶ προβιβάς, κακὰ δὲ μνηστῆρσι φύτευεν.
  2. αὐτὰρ ἐπεί ῥʼ ἵκανε δόμους εὖ ναιετάοντας,
  3. ἔγχος μέν ῥʼ ἔστησε φέρων πρὸς κίονα μακρήν,
  4. αὐτὸς δʼ εἴσω ἴεν καὶ ὑπέρβη λάϊνον οὐδόν.
  5. τὸν δὲ πολὺ πρώτη εἶδε τροφὸς Εὐρύκλεια,
  6. κώεα καστορνῦσα θρόνοις ἔνι δαιδαλέοισι,
  7. δακρύσασα δʼ ἔπειτʼ ἰθὺς κίεν· ἀμφὶ δʼ ἄρʼ ἄλλαι
  8. δμῳαὶ Ὀδυσσῆος ταλασίφρονος ἠγερέθοντο,
  9. καὶ κύνεον ἀγαπαζόμεναι κεφαλήν τε καὶ ὤμους.
  10. ἡ δʼ ἴεν ἐκ θαλάμοιο περίφρων Πηνελόπεια,
  11. Ἀρτέμιδι ἰκέλη ἠὲ χρυσέῃ Ἀφροδίτῃ,
  12. ἀμφὶ δὲ παιδὶ φίλῳ βάλε πήχεε δακρύσασα,